Tactica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
τοσόνδε μέντοι συμβουλεύσαιμʼ ἂν τῷ στρατηγῷ, ἐκ τοῦ παντὸς πλήθους τῆς στρατιᾶς τοσούτους ἐς τὰς μάχας ἐξαγαγεῖν, ὁπόσοι ἐπιτήδειοι ἔσονται πρὸς τὰς μεταβολάς τε τῶν τάξεων καὶ τὰς μετακινήσεις, οἷον διπλασιασμοὺς καὶ πολυπλασιασμοὺς καὶ πτύξεις καὶ ἐξελιγμοὺς ἢ εἰ δή τινες ἄλλαι μεταβολαὶ τάξεων.
ἔνθεν δὴ τούτους μάλιστα τοὺς ἀριθμοὺς ἐπελέξαντο οἱ δεινοὶ ἀμφὶ ταῦτα, ὅσοι ἀριθμοὶ μέχρι μονάδος οἷοί τε δίχα διαιρεῖσθαι, ὁποία ἐστὶν ἡ τῶν μυρίων καὶ ἑξακισχιλίων καὶ τριακοσίων καὶ ἐπὶ τούτοις τεσσάρων καὶ ὀγδοήκοντα τάξις εἰ τύχοι οὖσα ὁπλιτική· ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν, καὶ ταύτης ἔτι ἡμίσειαν τὴν τῶν ἱππέων. οὗτος γὰρ τοι ὁ ἀριθμὸς μέχρι μονάδος δίχα τέμνεται, ὥστε διπλασιάζειν αὐτὸν ἐς βάθος συνάγοντα καὶ αὖ ἐκτείνειν ἀναπτύσσοντα εὐμαρὲς καθίστασθαι, ὁπότε τούτου δεήσειεν.
αὐτίκα ἐπεὶ τῷ λόχῳ ἑκκαίδεκα ἀνδρῶν τὸ βάθος ὑπεθέμεθα, τέσσαρες καὶ εἴκοσι ἐπὶ τοῖς χιλίοις ἔσονται οἱ λόχοι ἐν τῷδε τῷ ἀριθμῷ, καὶ οὗτοι μεμερισμένοι ἐς τάγματα, ὧν ἑκάστῳ καὶ ὄνομα οἰκεῖον πρόσκειται.
οἱ μὲν γε δύο λόχοι διλοχία καλεῖται, ἀνδρῶν δύο καὶ τριάκοντα, καὶ διλοχίτης ὁ τούτων ἡγούμενος· οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτων ἡγούμενος τέτραρχος τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν ἔξαρχος.
αἱ δὲ δύο τετραρχίαι τάξις, λόχων μὲν ὀκτώ, ἀνδρῶν δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἡγούμενος
ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκατόνταρχος ὁ τούτων αὖ ἡγεμὼν ὀνομάζεται. αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται, λόχων μὲν ἑκκαίδεκα, ἀνδρῶν δὲ ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος συνταγμάταρχος. οἳ δὲ καὶ ξεναγίαν τοῦτο ὀνομάζουσι, καὶ ξεναγὸν τὸν τούτου ἡγούμενον. καθʼ ἑκάστην δὲ σύνταξιν τῶν ἓξ καὶ πεντήκοντα