Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἔχει ὧδε. ἡ προβολὴ μὲν ἡ τῶν ἱππίων, καθάπερ ἐξ ἀρχῆς, ἐν ἀριστερᾷ τοῦ βήματος πεφραγμένη ἐκτέτακται, πλήν γε δὴ τῶν δύο ἱππέων τῶν ἐκδεχομένων τὰ ἐπʼ εὐθὺ ἀκόντια.

ἐπελαύνουσι δὲ ἀπὸ τῶν δεξιῶν ὥσπερ καὶ τὸ πρόσθεν ἐγκλίνοντες ἐπὶ δόρυ, ἐπελαυνόντων δὲ αὐτῶν ἐν ἀριστερᾷ τοῦ βήματος ἄρξαμένη ἄλλη ἐπέλασις γίγνεται ἐς κύκλον ἐπιστρέφουσα.

οἱ δὲ ἱππῆς οὗτοι οὐκ ἀκοντίοις κούφοις διαχρῶνται ἔτι, ἀλλὰ ξυστοῖς δόρασιν, ἀσιδήροις μέν, τῷ βάρει δὲ οὔτε τοῖς ἐξακοντίζουσιν εὐφόροις, οὔτε ἐφʼ οὕς ἐκπέμπεται ἀκινδύνοις.

καὶ ἐπὶ τῷδε παραγγέλλεται μήτε τοῦ κράνους στοχάζεσθαι τῶν παριππευόντων μήτε ἐς τὸν ἵππον τὸ δόρυ μεθιέναι, ἀλλὰ γὰρ πρὶν ἐγκλῖναι τὸν ἱππέα καὶ παραγυμνῶσαί τι τῆς πλευρᾶς ἢ ἐκφῆναι τοῦ νώτου ἐπιστραφέντα, αὐτοῦ δὴ τοῦ θυρεοῦ στοχαζόμενον ὡς Βιαιότατα ἐναράξαι τὸ δόρυ. καὶ τὸ ἀκριβὲς τοῦδε τοῦ ἔργου ἐν τοῖσδʼ ἐστίν,

εἰ ὡς ἐγγυτάτω τοῖς παριππεύουσι πελάσας ὁ ἐς τὸν Κανταβρικὸν τοῦτον κύκλον καθεστηκὼς ὡς μάλιστα κατὰ μέσου τοῦ θυρεοῦ τὸ δόρυ ἐξακοντίσειεν, τὸ δʼ ἐμπεσὸν τῷ θυρεῷ κτυπήσειεν ἢ καὶ διέλθοι διʼ αὐτοῦ διαμπάξ, καὶ ὁ δεύτερος ἐπὶ τούτῳ τοῦ δευτέρου ἐξίκοιτο, καὶ ὁ τρίτος ὡσαύτως τοῦ τρίτου, καὶ οἱ ἐφεξῆς τῶν ἐφεξῆς ἐν στοίχῳ κατὰ τὰ αὐτά.