Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τῆς δʼ ἱππικῆς ὁπλίσεως ἣ μὲν κατάφρακτος τυγχάνει οὖσα, ἣ δὲ ἄφρακτος. καὶ κατάφρακτος μὲν ἡ τοὺς ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρεχομένη, τοὺς μὲν θώραξι φολιδωτοῖς ἢ λινοῖς ἢ ἐκ κεράτων καὶ παραμηριδίοις, τοὺς ἵππους δὲ παραπλευριδίοις καὶ προμετωπιδίοις·

ἄφρακτος δὲ ἡ ἐναντία. τούτων δὲ οἳ μὲν δορατοφόροι εἰσίν, οἳ δὲ ἀκροβολισταί. καὶ δορατοφόροι μὲν οἱ πελάζοντες ταῖς τάξεσι τῶν πολεμίων καὶ δόρασιν ἀπομαχόμενοι,

ἀκροβολισταὶ δὲ οἱ πόρρωθεν ἀκροβολισμοῖς διαχρώμενοι, καθάπερ Ἀρμένιοι καὶ Παρθυαίων ὅσοι μὴ κοντοφόροι.

τῆς προτέρας δὲ ἰδέας οἳ μὲν θυρεοὺς φέρουσιν καὶ καλοῦνται θυρεαφόροι, οἳ δὲ ἄνευ τούτων αὐτὸ μόνον δόρασι μάχονται, οἳ δὴ καὶ ἰδίᾳ δορατοφόροι ὀνομάζονται, ἔστιν δὲ ὑφʼ ὧν ξυστοφόροι.

ἀκροβολισταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρωθεν ἐξακοντίζοντες. καὶ τούτων οἳ μὲν δορατίοις διαχρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται, οἱ δʼ ἕτεροι ἱπποτοξόται.