Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

μεταξὺ δὲ δὴ τοῦ

p.133
τε δεξιοῦ κέρως τῆς τάξεως καὶ τῆς προβολῆς τοῖν δυοῖν ἱππέοιν ἐκ τοῦ ἀφανοῦς ἱππῆς ἐκθέουσι, προϊππεύοντες μὲν τῆς οἰκείας τάξεως, ἀκοντίζοντες δὲ ἐς τοὺς παριππεύοντας. καὶ τούτοις ἐπʼ ἀσπίδα ἡ ἔγκλισις γίγνεται, καὶ ταύτῃ ἀφρακτότεροι παριππεύουσιν. ἔνθα δὴ καὶ μάλιστα ἀγαθοῦ δεῖ ἱππέως,

ὡς ὁμοῦ μὲν ἐξακοντίζειν δυνατός τε γίγνηται ἐς τοὺς ἐπελαύνοντας, ὁμοῦ δὲ σκέπειν τὴν δεξιὰν πλευρὰν τῇ προβολῇ τοῦ ὅπλου.

καὶ ἐν μὲν τῇ παρελάσει ὁ κατὰ δεξιὰν ἐπιστροφὴν ἀκοντισμὸς ἀναγκαῖος αὐτῷ γίγνεται, ἐν δὲ τῇ παντελεῖ ἐπιστροφῇ ὁ πέτρινος δὴ ὀνομαζόμενος τῇ Κελτῶν φωνῇ, ὅς ἐστι πάντων χαλεπώτατος.

χρὴ γὰρ ἐπιστραφέντα, ὅρη δύναμις μἁ??ʼθακαῖν ταῖν πλευραῖν, ἐς τὸ κατʼ οὐρὰν τοῦ ἵππου ὡς ἔνι μάλιστα εὐθὺ ἐς τοὐπίσω ἀκοντίσαι, καὶ τοῦτο δράσαντα ὀξέως αὖ ἐπιστρέψαντα κατὰ νώτου βαλεῖν τὸ ὅπλον, ὅτι τὰ γυμνὰ οὕτω γε παραδίδοται τοῖς πολεμίοις, εἰ ἄνευ προβολῆς ἐπιστρέψειεν. ὁμοῦ δὲ ἥ τε ἐπέλασις ἤδη ἀποπαύεται καὶ οἱ πρόσθεν

ἐπελάσαντες ἐν τάξει αὖ ἵστανται ἐπὶ δεξιᾷ τοῦ βήματος, καθάπερ οἱ ἄλλοι ἐν ἀριστερᾷ, καὶ οἱ δύο ἱππῆς διέχοντες ἀπὸ τοῦ κέρως τῆς προβολῆς τὸ ἴσον ἵστανται, καὶ αὖ οἱ μεταξὺ αὐτοῖν τε τούτοιν καὶ τῆς πάσης τάξεως ἐκθέοντες ἐς τὸν αὐτὸν τρόπον ἐξακοντίζουσιν ἐς τοὺς παριππεύοντας. ἔνθα δὴ ὅ τι περ κράτιστον τῶν ἱππέων ἐς τόνδε τὸν ἀκροβολισμὸν ἐπιλέγονται.

οἱ μέν γε ἀπὸ τῶν δεξιῶν [τοῦ βήματος] ἀρχόμενοι οὐδὲν ἄλλο ἢ τὸ συνεχὲς τῆς ἀκροβολίσεως καὶ τὸ ἐπάλληλον τοῦ κτύπου παρέχονται· οὐδὲ γὰρ ἄλλου τινὸς θέαν παρέχουσι τοῖς ἐπὶ τοῦ βήματος ὁρῶσιν, ἅτε ἀποστρόφου ἀπʼ αὐτῶν τῆς δεξιᾶς τῶν ἱππέων ἐν τῇ τοιᾷδε ἐπελάσει γιγνομένης.

ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν,

p.134
τότε δὴ πᾶς ὁ ἀκροβολισμὸς ἀρίδηλος γίγνεται, καὶ τῶν θυρεῶν ἡ προβολή, καὶ ἡ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ ἡ δεξιὰ ὅπως αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν. ἥ τε καθέδρα ἡ ἐπὶ τοῦ ἵππου αὐτοῦ τοῦ ἱππέως ἀεὶ εὐσχήμων καὶ ὀρθὴ ἐν τῷ ἀκροβολισμῷ σῴζεται, καὶ ταύτῃ μᾶλλον, ὅτι ἐπελαυνόντων ὁρᾶται καὶ τῶν ὅπλων ἡ λαμπρότης καὶ τῶν ἵππων ἡ ὠκύτης τε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμπές καὶ ὅπως ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις γίγνονται τῶν ἱππέων.