Tactica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
καὶ τῇ μὲν ὑπερφαλαγγήσει ἡ ὑπερκέρασις ἑπομένη ἐστίν, ἀνάπαλιν δὲ
p.127
οὔ. οὕτω τοι κέρᾳ μὲν ὁποτέρῳ οὖν ὑπερέχειν καὶ ἐλάσσους κατὰ πλῆθος δυνατόν, καὶ ἐν ἴσῳ βάθει φυλάσσοντας τὴν πᾶσαν τάξιν· ὑπερφαλαγγῆσαι δὲ ἐν ἴσῳ τῷ πλήθει ἢ καὶ μείονι, μὴ ἐπὶ λεπτὸν ἐπεκτείναντα, οὐχ οἷόν τε. αἱ δὲ τῶν σκευοφόρων ἀγωγαὶ σὺν ἡγεμόνι γιγνέσθων.