Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ἣ μέν τις ἐπαγωγὴ ἐν ταῖς πορείαις ἣ δὲ παραγωγὴ καλεῖται.

καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπʼ εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτεταγμέναι πορεύωνται, ἢ αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἕπωνται, ἑνί τε λόγῳ, ἐπειδὰν τοῦ προηγουμένου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος ἡγεμόνες συνάπτωσιν.

παραγωγὴ δʼ ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη. κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά.

ὅπως δʼ ἂν ἡ πορεία γίγνηται, εἴτε κατʼ ἐπαγωγὴν εἴτʼ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ· μονοπλεύρῳ μέν,

ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός· διπλεύρῳ δέ, ἐπειδὰν δύο· τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς· τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι. καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ ἡ πορεία

γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν

p.126
τριφαλαγγίᾳ τε καὶ τετραφαλαγγίᾳ. καὶ ταῦτα οὐ χαλεπὸν συμβάλλειν ἀπὸ τῶν πρόσθεν τάξεων.

ἔτι δὲ ἀμφίστομος μὲν φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι·

διφαλαγγία δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἄχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, τοὺς μὲν ἐν δεξιᾷ παραγωγῇ, τοὺς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους· ἀντίστομος δὲ διφαλαγγία, ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς οὐραγοὺς ἔξω τετραμμένους ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς.

ἑτερόστομος δὲ φάλαγξ ἐστὶν ἡ τὸ μὲν ἡγούμενον ἥμισυ ἐν τῇ πορείᾳ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τοῦτʼ ἔστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐν δεξιᾷ

παραγωγῇ. ὁμοιόστομος δʼ ἐν τῇ πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, ἢ ἐκ τῶν δεξιῶν ἢ ἐκ τῶν εὐωνύμων ἑκατέρας τῆς φάλαγγος.

ὅταν δὲ ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα πέρατα συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ, τὸ τοιοῦτον ἔμβολον καλεῖται.

ἐπὰν δὲ ἡ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα πέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ, τὸ τοιόνδε κοιλέμβολον καλεῖται.