Tactica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
τὰ δὲ τῇ σάλπιγγι. καὶ σαφέστερα μὲν τυγχάνει ὄντα τὰ λέξει δηλούμενα, ὅτι καὶ παντὸς τοῦ νοῦ ἡ δήλωσις οὕτω γίγνεται, οὐχὶ δὲ σύμβολόν τι αὐτὸ μόνον ὁρᾶται ἢ ἀκούεται.
ἀλλʼ ἐπειδὴ πολλὰ τὰ ἐξείργοντά ἐστιν ἐν ταῖς μάχαις τὰς διὰ φωνῆς δηλώσεις, ὁ κτύπος τε ὁ ἐκ τῶν ὅπλων καὶ αἱ παρακελεύσεις ἀλλήλοις καὶ οἰμωγαὶ τιτρωσκομένων καὶ παριππασία δυνάμεως ἱππικῆς,
γίγνεται, οἷν ὁμίχλη ἢ κονιορτὸς πολὺς ἄνω φερόμενος ἢ ἥλιος κατὰ προσώπου ἀντιλάμπων ἢ νιφετὸς συνεχὴς ἢ ὕδωρ λάβρον ἐξ οὐρανοῦ ἢ τόποι σύνδενδροι ἢ γήλοφοι ἀνεστηκότες, ὡς μὴ πάσῃ τῇ φάλαγγι ὁρατὰ γίγνεσθαι τὰ σημεῖα.
ὁπότε μὲν δὴ γήλοφοι διακλείοιεν τὴν ὄψιν, πλείω τὰ ὁρατὰ σημεῖα ποιητέον· πρὸς δὲ τὰ ἐκ τοῦ ἀέρος ἐμπόδια ἡ σάλπιγξ ὠφέλιμος. ὑπὲρ δὲ τῶν πορειῶν, ὅσας ποιεῖται τὰ στρατόπεδα,
ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ἣ μέν τις ἐπαγωγὴ ἐν ταῖς πορείαις ἣ δὲ παραγωγὴ καλεῖται.
καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπʼ εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτεταγμέναι πορεύωνται, ἢ αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἕπωνται, ἑνί τε λόγῳ, ἐπειδὰν τοῦ προηγουμένου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος ἡγεμόνες συνάπτωσιν.
παραγωγὴ δʼ ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη. κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά.
ὅπως δʼ ἂν ἡ πορεία γίγνηται, εἴτε κατʼ ἐπαγωγὴν εἴτʼ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ· μονοπλεύρῳ μέν,
ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός· διπλεύρῳ δέ, ἐπειδὰν δύο· τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς· τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι. καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ ἡ πορεία
γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν