Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

Λάκων δʼ ἐξελιγμὸς ὀνομάζεται, ἐπειδὰν ὁ λοχαγὸς μεταβαλλόμενος ἐκ δόρατος ὅλον τὸν λόχον μεταλλάξῃ ἐς ἄλλον ἴσον τῷ πρόσθεν τόπον, οἱ δὲ λοιποὶ ἑπόμενοι ἐφεξῆς αὐτῷ τάσσωνται· ἢ ὁπόταν ὁ μὲν οὐραγὸς μεταβάλληται, ὁ δὲ ὀπίσω αὐτοῦ τεταγμένος ἐκ δόρατος τοῦ οὐραγοῦ παραπορευόμενος ἔμπροσθεν αὐτοῦ τάσσηται, καὶ οἱ λοιποὶ ὡσαύτως ἄλλος πρὸς ἄλλου ταχθεὶς τὸν λοχαγὸν αὖ πρωτοστάτην ποιήσωνται.

χόριος δʼ ἐξελιγμὸς γίγνεται, ἐπειδὰν ὁ λοχαγὸς μεταβαλλόμενος ἐπὶ δόρυ προΐῃ ἐπὶ τοῦ λόχου, ἔστʼ ἂν κατάσχῃ τὸν τοῦ οὐραγοῦ τόπον, ὁ δὲ οὐραγὸς τὸν τοῦ λοχαγοῦ.

οὗτοι μὲν οὖν κατὰ λόχους γίγνονται· ὡσαύτως δὲ καὶ οἱ κατὰ ζυγὰ συντελούμενοι, οὐ χαλεποὶ γνωσθῆναι.

διπλασιασμῶν δὲ δισσὰ γένη τυγχάνει ὄντα, ἤτοι

κατὰ ζυγὰ ἢ κατὰ βάθος. καὶ τούτων ἕκαστον ἢ τῷ ἀριθμῷ διπλασιάζεται ἢ τῷ τόπῳ. ἀριθμῷ μέν, εἰ ἀντὶ χιλίων εἴκοσι τεσσάρων τὸ μῆκος δισχιλίων τεσσαράκοντα ὀκτὼ ποιήσαιμεν, τὸν τόπον τὸν αὐτὸν ἐπεχούσης τῆς πάσης φάλαγγος.