Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἀλλὰ σύμπαντα ταῦτα τὰ ἐπασκήματα ἐκλέλειπται, καὶ ἡ τῶν ἐλεφάντων δὲ χρεία ἡ ἐς τούς

p.120
πολέμους ὅτι μὴ παρʼ Ἰνδοῖς τυχὸν ἢ τοῖς ἄνω Αἰθίοψιν καὶ αὕτη ἐκλέλειπται.

νυνὶ δὲ τὰ ὀνόματα ἐπέξιμεν τῶν κινήσεων κατʼ ἰδέαν ἄλλου καὶ ἄλλου στρατοπέδου, καὶ τὸν νοῦν ἑκάστου τοῦ ὀνόματος.

καλεῖται δὲ τὸ μέν τι κλίσις, καὶ ταύτης ἰδέαι δισσαί, ἣ μὲν ἐπὶ δόρυ, ἣ δʼ ἐπʼ ἀσπίδα· τὸ δὲ μεταβολή, τὸ δέ τι ἐπιστροφή, καὶ ἀναστροφὴ ἄλλο. καὶ περισπασμὸς δέ τι ὀνομάζεται, καὶ ἐκπερισπασμὸς ἄλλο, καὶ στοιχεῖν καὶ ζυγεῖν, καὶ ἐς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασάζειν.