Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τάσσεται δὲ ἡ φάλαγξ ἐπὶ μῆκος μὲν ὅπου ἀραιοτέρα, εἰ ἥ τε χώρα παρέχοι καὶ ὠφελιμώτερον εἴη, κατὰ βάθος δὲ ὅπου πυκνοτέρα, εἰ αὐτῇ τῇ πυκνότητι καὶ τῇ ῥύμῃ τοὺς πολεμίους ἐξῶσαι δέοι —

καθάπερ Ἐπαμεινώνδας ἔν τε Λεύκτροις αὐτοὺς Θηβαίους ἔταξε καὶ πρὸς Μαντινείας τοὺς πάντας Βοιωτούς, ὥσπερ ἔμβολον ποιήσας καὶ ἐπάγων τῇ τάξει τῶν Λακεδαιμονίων —, ἢ αὖ εἰ δέοι τοὺς ἐπελαύνοντας ἀποκρούσασθαι, καθάπερ πρὸς τοὺς Σαυρομάτας τε καὶ τοὺς Σκύθας, χρὴ τάσσειν.

καὶ ἔστι πύκνωσις μὲν ἡ ἐκ τοῦ ἀραιοτέρου ἐς τὸ πυκνότερον συναγωγὴ κατὰ παραστάτην τε καὶ ἐπιστάτην, ὅπερ ἔστι κατὰ μῆκός τε καὶ βάθος·

συνασπισμὸς δὲ ἐπὰν ἐς τοσόνδε πυκνώσῃς τὴν φάλαγγα, ὥστε διὰ τὴν συνέχειαν μηδὲ κλίσιν τὴν ἐφʼ ἑκάτερα ἔτʼ ἐγχωρεῖν τὴν τάξιν. καὶ ἀπὸ τοῦδε τοῦ συνασπισμοῦ τὴν χελώνην Ῥωμαῖοι ποιοῦνται, τὸ πολὺ μὲν τετράγωνον, ἔστι δὲ ὅπου καὶ στρογγύλην ἢ ἑτερομήκη ἢ ὅπως ἂν προχωρῇ.

οἱ μὲν ἐν κύκλῳ τοῦ πλινθίου ἢ τοῦ κύκλου ἑστηκότες τοὺς θυρεοὺς προβέβληνται πρὸ σφῶν, οἱ δʼ ἐφεστηκότες αὐτοῖς ὑπὲρ τῶν κεφαλῶν ἄλλος ὑπὲρ ἄλλου ὑπεραιωρήσας προβάλλεται.

καὶ τὸ πᾶν οὕτως ἀκριβῶς φράσσεται, ὥστε καὶ ἀκοντιστὰς ἄνωθεν καθάπερ ἐπὶ στέγης διαθέοντας δέχεσθαι, καὶ λίθου ἁμαξιαίους μὴ διαλύειν τὴν σύγκλεισιν, ἀλλὰ κατακυλιομένους τῇ ῥύμῃ ὑπερπίπτειν ἐς τὸ δάπεδον.

ἀγαθὸν δὲ εἴπερ τι ἄλλο καὶ τὸ τοὺς λοχαγοὺς τοὺς

p.113
μεγίστους τε καὶ κρατίστους εἶναι καὶ τῶν κατὰ πόλεμον δαημονεστάτους·

τοῦτο γάρ τοι τὸ ζυγὸν συνέχει τὴν πᾶσαν φάλαγγα, καὶ τὸ ἴσον παρέχεται ἐν ταῖς μάχαις ὅ τι περ τὸ στόμωμα τῷ σιδήρῳ· ὁκοῖον γὰρ ἡ τομὴ τοῦ σιδήρου, ταὐτὸ τοῦτο καὶ ὁ πᾶς σίδηρος ἐργάζεται. ἡ μέν γε τομὴ αὐτῷ κατὰ τὸ στόμωμα γίγνεται, τὸ δὲ ὑπόλοιπον, καὶ εἰ μαλθακὸν τύχοι ὄν, τῷ βάρει ὅμως συνεπερείδει τῷ τέμνοντι· οὕτω καὶ τῆς φάλαγγος στόμωμα μὲν θείη τις ἂν τὸ ἐκ τῶν λοχαγῶν σύνταγμα, ὄγκον δὲ καὶ βάρος τὸ κατόπιν τούτων πλῆθος.

δευτέρους δʼ ἐπὶ τούτοις κατʼ ἀρετὴν χρὴ εἶναι τοὺς τῶν λοχαγῶν ἐπιστάτας· καὶ γὰρ τὸ τούτων δόρυ ἐξικνεῖται ἔστε ἐπὶ τοὺς πολεμίους, καὶ τοὺς ὠθισμοὺς τοῖς προτεταγμένοις σφῶν ἐγγύθεν συνερείδουσιν. ἤδη δέ τις καὶ μαχαίρᾳ τοῦ ἐναντίου ἐφικέσθαι