Cynegeticus
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
καὶ τοῦτο ἀγαθόν. κράτισται δὲ αἱ φιλανθρωπόταται
p.64
καὶ ὅσαις οὐκ ἔστιν ξένον ὄψις ἀνθρώπου οὐδενός. ὅσαι δὲ ἀνθρώπους δεδίασιν καὶ ὑπὸ ψόφου ἐκπλήσσονται καὶ θορυβώδεις εἰσὶν καὶ ἐπὶ πολλὰ καὶ εἰκῇ κινοῦνται [— καὶ ταῦτα ἀλογίστων ἐστὶν καὶ οὐκ ἐμφρόνων —], καθάπερ ἄνθρωποι οἱ δειλοὶ καὶ ἔκφρονες, οὕτω δὲ καὶ αἱ κύνες αἱ τοιαῦται οὔποτε ἂν εἶεν γενναῖαι. κακαὶ δὲ καὶ ὅσαι λυθεῖσαι τοῦ δεσμοῦ ἐν χωρίῳ οὐκ ἐπανίασιν ἐπὶ τὸν ἄγοντα ἀνακαλούμεναι, ἀλλʼ ἀποσκιρτῶσιν, καὶ ἢν μὲν πράως μετακαλῇς, καταφρονοῦσιν, ἢν δὲ σὺν ἀπειλῇ, δειμαίνουσαι οὐ προσίασιν.
ἀλλὰ χρὴ ἀποσκιρτήσασαν τὴν κύνα καὶ περιδραμοῦσαν ἐπανιέναι ἐπὶ τὸν κυναγωγόν, εἰ καὶ μὴ καλοίη αὐτήν, σημαίνουσαν ὅτι οἵα τε ὑπακούειν, εἰ δὴ ἐθέλει· ἔτι δὲ εἰ μὴ λαμβάνοιτο, πάλιν αὖ ἀποσκιρτάτω, καὶ πάλιν ἐπανίτω.