Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

στήθη δὲ πλατέα ἀμείνω τῶν στενῶν, καὶ τὰς ὠμοπλάτας διεστώσας ἐχόντων καὶ μὴ συμπεπηγυίας ἀλλʼ ὡς οἷόν τε λελυμένας ἀπʼ ἀλλήλων. σκέλη στρογγύλα ὀρθὰ εὐπαγῆ, πλευρὰς γενναίας· ὀσφὺν πλατεῖαν ἰσχυράν, μὴ σαρκώδη ἀλλὰ νεύροις πεπηγυῖαν. λαγόνας ἀνειμένας, ἰσχία μὴ συνδεδεμένα, κενεῶνας

p.63
λαγαρούς. οὐρὰς λεπτὰς μακράς, δασείας τὴν τρίχα, ὑγρὰς εὐκαμπεῖς, τὸ ἄκρον τῆς οὐρᾶς δασύτερον.

ὑποκώλια μακρὰ εὐπαγῆ. σκέλη δὲ εἰ μὲν τὰ ὀπίσθια ἔχοιεν μείζω τῶν ἔμπροσθεν, τὰ ὄρθια ἂν μεταθέοιεν ἄμεινον· εἰ δὲ τὰ ἔμπροσθεν τῶν ὀπισθίων. τὰ κατάντη·

εἰ δʼ ἴσα εἴη ἄμφω, τὰ πεδινά. ἐπεὶ δὲ χαλεπώτερον ἐν ὀρθίῳ μὴ ἡττηθῆναι λαγῶ, ὅτι καὶ ὁ λαγὼς τὰ ὄρθια θεῖ ἄμεινον, ἐκεῖναι δοκοῦσιν γενναιότεραι αἱ κύνες, ὅσαι τὰ ὄπισθεν μείζω ἔχουσιν τῶν ἔμπροσθεν· πόδες δὲ οἱ περιφερεῖς καὶ στερροὶ κράτιστοι.