Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐπεί τοι ἀνέθρεψα ἐγὼ κύνα χαροπὴν οἵαν χαροπωτάτην, καὶ αὕτη ὠκεῖά τε ἦν καὶ φιλόπονος καὶ εὔψυχος καὶ εὔπους, ὥστε καὶ τέσσαρσιν ἤδη ποτὲ λαγῷς ἐφʼ ἡλικίας ἀντήρκεσεν.

καὶ τὰ ἄλλα δὲ πραοτάτη τέ ἐστιν ʽἔτι γάρ μοι ἦν, ὁπότε ταῦτα ἔγραφονʼ καὶ φιλανθρωποτάτη, καὶ οὔπω πρόσθεν ἄλλη κύων ὡς αὐτὴ οὔτε ἐμὲ ἐπόθησεν οὔτε τὸν ἑταῖρον τὸν ἐμὸν καὶ σύνθηρον τὸν Μέγιλλον. ἐπειδὴ γὰρ τοῦ δρόμου ἀπεπαύσατο, οὐκέτι ἡμῶν ἢ θατέρου γε ἀπαλλάσσεται.

ἀλλʼ εἰ μὲν ἐγὼ ἔνδον εἴην, ἅμα ἐμοὶ διατρίβει, καὶ προϊόντα ποι παραπέμπει, καὶ ἐπὶ γυμνάσιον ἰόντι ἐφομαρτεῖ, καὶ γυμναζομένῳ παρακάθηται, καὶ ἐπανιόντος πρόεισιν, θαμινὰ ἐπιστρεφομένη, ὡς καταμανθάνειν μή πη ἄρα ἐξετράπην τῆς ὁδοῦ· ἰδοῦσα δὲ καὶ ἐπιμειδιάσασα αὖθις αὖ πρόεισιν.

εἰ δὲ ἐπί τι

p.62
ἔργον πολιτικὸν ἴοιμι, ἣ δὲ τῷ ἑταίρῳ τῷ ἐμῷ σύνεστιν, καὶ πρὸς ἐκεῖνον τὰ αὐτὰ ταῦτα δρᾷ. ὁπότερος δὲ ἡμῶν κάμνοι τὸ σῶμα, ἐκείνου αὖ οὐκ ἀπαλλάσσεται. εἰ δὲ καὶ διʼ ὀλίγου χρόνου ἴδοι, ἐπιφθέγγεται, οἷα φιλοφρονουμένη. καὶ δειπνοῦντι συνοῦσα ἅπτεται ἄλλοτε ἄλλῳ τοῖν ποδοῖν, ὑπομιμνήσκουσα ὅτι κἂν αὐτῇ ἄρα μεταδοτέον εἴη τῶν σιτίων. καὶ μὴν καὶ πολύφθογγός ἐστιν, ὡς οὔπω ἐγὼ ἰδεῖν μοι δοκῶ ἄλλην κύνα· καὶ ὅσων δεῖται τῇ φωνῇ σημαίνει.

καὶ ὅτι σκυλακευομένη μάστιγι ἐκολάζετο, εἴ τις ἐς τοῦτο ἔτι μάστιγα ὀνομάσειεν, πρόσεισιν τῷ ὀνομάσαντι, καὶ ὑποπτήξασα λιπαρεῖ, καὶ τὸ στόμα ἐφαρμόζει τῷ στόματι ὡς φιλοῦσα, καὶ ἐπιπηδήσασα ἐκκρέμαται τοῦ αὐχένος, καὶ οὐ πρόσθεν ἀνίησιν, πρὶν τῆς ἀπειλῆς ἀποπαῦσαι τὸν θυμούμενον.