Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐχόντων δὲ τὰς κεφαλὰς ἐλαφρὰς καὶ ἀρθρώδεις· εἰ δὲ γρυπαὶ ἢ σιμαὶ εἶεν, οὐ παρὰ μέγα διοίσει τοῦτο· οὐδʼ εἰ τὰ ὑπὸ τοῖς μετώποις ἰνώδη ἔχοιεν, οὐδὲ τοῦτο ἐν μεγάλῳ ποιητέον. ἀλλʼ αἱ βαρυκέφαλοι μόναι πονηραί, καὶ ὅσαις παχέα τὰ ῥύγχη καὶ μὴ ἐς ὀξὺ ἀλλʼ ἀθρόως ἀπολήγοντα.

τὰ δὲ ὄμματα ἔστω μεγάλα μετέωρα καθαρὰ λαμπρά, ἐκπλήττοντα τὸν θεώμενον. καὶ κράτιστα μὲν τὰ πυρωπὰ καὶ ὑπεραστράπτοντα, οἷα πορδάλεων ἢ λεόντων ἢ λυγκῶν· δεύτερα δὲ ἐπὶ τούτοις τὰ μέλανα, εἰ τύχοι ἀναπεπταμένα τε καὶ γοργὰ ἰδεῖν· τρίτα δὲ τὰ χαροπά· οὐδὲ γὰρ οὐδὲ τὰ χαροπὰ φαῦλά ἐστιν, οὐδὲ φαύλων κυνῶν σύμβολα, εἰ τύχοι καθαρὰ καὶ γοργὰ ἰδεῖν.

ἐπεί τοι ἀνέθρεψα ἐγὼ κύνα χαροπὴν οἵαν χαροπωτάτην, καὶ αὕτη ὠκεῖά τε ἦν καὶ φιλόπονος καὶ εὔψυχος καὶ εὔπους, ὥστε καὶ τέσσαρσιν ἤδη ποτὲ λαγῷς ἐφʼ ἡλικίας ἀντήρκεσεν.

καὶ τὰ ἄλλα δὲ πραοτάτη τέ ἐστιν ʽἔτι γάρ μοι ἦν, ὁπότε ταῦτα ἔγραφονʼ καὶ φιλανθρωποτάτη, καὶ οὔπω πρόσθεν ἄλλη κύων ὡς αὐτὴ οὔτε ἐμὲ ἐπόθησεν οὔτε τὸν ἑταῖρον τὸν ἐμὸν καὶ σύνθηρον τὸν Μέγιλλον. ἐπειδὴ γὰρ τοῦ δρόμου ἀπεπαύσατο, οὐκέτι ἡμῶν ἢ θατέρου γε ἀπαλλάσσεται.

ἀλλʼ εἰ μὲν ἐγὼ ἔνδον εἴην, ἅμα ἐμοὶ διατρίβει, καὶ προϊόντα ποι παραπέμπει, καὶ ἐπὶ γυμνάσιον ἰόντι ἐφομαρτεῖ, καὶ γυμναζομένῳ παρακάθηται, καὶ ἐπανιόντος πρόεισιν, θαμινὰ ἐπιστρεφομένη, ὡς καταμανθάνειν μή πη ἄρα ἐξετράπην τῆς ὁδοῦ· ἰδοῦσα δὲ καὶ ἐπιμειδιάσασα αὖθις αὖ πρόεισιν.