Cynegeticus
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
καὶ ἔστιν τηνικαῦτα οὐκ ἀσφαλὲς ἐπιλύειν κύνα ἐπὶ λαγῶ· ῥήγνυνται γὰρ αὐταῖς αἱ λαγόνες. ὥστε οὐδὲ ἐς τὸ σκιρτῆσαι χρῆ λύειν αὐτὰς ἅμα ἑτέρᾳ κυνί· ἁμιλλώμεναι γὰρ ἔστιν ὅτε καὶ ὑπὲρ δύναμιν συνταθεῖσαι ἐς ἴσον κίνδυνον καθίστανται.
ἀλλὰ κράτιστον περιμεῖναι, ἔστε χαλάσαι αὐταῖς τοὺς μαστούς. τεκμήριον δὲ ὅτι ἤδη ἀσφαλές, ἐπειδὰν αἱ τρίχες ἀπορρέωσιν ἀθρόαι ἐπαφωμένῳ· τότε γὰρ λύονται, ἐμοὶ δοκεῖν, ἀπὸ τῆς ἀνάγκης τῆς πρόσθεν καὶ παρίστανται ἤδη ἐς δρόμον.
κύων δὲ θήλεια μὲν ὠκυτέρα ἄρρενος, ἄρρην δὲ θηλείας διαπονεῖσθαι ἀμείνων. καὶ ὅτι διʼ ἔτους θεῖ, πολλῷ τινι ἐντιμότερον τὸ κτῆμα· καὶ ὅτι θήλειαι μὲν πολλαὶ ἀγαθαί, ἄρρενος δὲ γενναίου ἐπιτυχεῖν οὐκ εὐμαρές, καὶ ταύτῃ ἐντιμότερον.
καὶ αἱ θήλειαι μὲν ἀγαπητὸν εἰ καὶ ἐς πέμπτον ἔτος διαφυλάξειαν τὸ ὠκὺ· ἄρρενες δὲ καὶ ἐς δέκατον διαφυλάσσουσιν. ὥστε μέγα μοι δοκεῖ τὸ κτῆμα ἄρρην κύων τῇ ἀληθείᾳ γενναῖος καὶ οὐκ ἄνευ θεῶν του εὐμενείας παραγίγνεσθαι ἀνδρὶ κυνηγετικῷ.