Cynegeticus
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
ὥστε ἐμεμψάμην ἔγωγε αὐτῶν τὸ πολὺ τῆς κλαγγῆς καὶ τὸ ὅμοιον ἐπὶ παντὶ ἴχνει, τῷ δρομαίῳ οὐ μεῖον ἢ τῷ εὐναίῳ.
μεταθεῖν δὲ καὶ ἀνευρίσκειν τὸν ὑποκινήσαντα οὔτε τῶν Καρικῶν φαυλότεραί εἰσιν οὔτε τῶν Κρητικῶν, ὅτι μὴ κατὰ τὴν ὠκύτητα. ἀγαπητὸν γοῦν εἰ καὶ ἕνα λαγῶ χειμῶνος ὥρᾳ κατακάνοιεν· τοσαύτην διατριβὴν ἐς τὸ ἀναπαύεσθαι αὐτῷ παρέχουσιν, εἰ μή πη ἄρα ὑπὸ θορυβούντων κυνῶν ἁλοίη ἔκφρων γενόμενος. καλοῦνται δὲ Ἐγούσιαι αἵδε αἱ κύνες, ἀπὸ ἔθνους Κελτικοῦ τὴν ἐπωνυμίαν ἔχουσαι, οὗ πρῶτον, ὥς γέ μοι δοκεῖ, ἔφυσάν τε καὶ ηὐδοκίμησαν.
ἀλλʼ ὑπὲρ μὲν τούτων, ὅσα ἄν τις τῷ λόγῳ ἐπεξέλθῃ λελεγμένα ἐρεῖ πρὸς Ξενοφῶντος τοῦ πάλαι· οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειν ἢ μεταθεῖν
περὶ μὲν δὴ τούτων οὐκ ἄν τις ἀναγράψαι μοι δοκεῖ ὅ τι καὶ λόγου ἄξιον. αἱ δὲ ποδώκεις κύνες αἱ Κελτικαὶ καλοῦνται μὲν οὐέρτραγοι φωνῇ τῇ Κελτῶν, οὐκ ἀπὸ ἔθνους οὐδενός, καθάπερ αἱ Κρητικαὶ ἢ Καρικαὶ ἢ Λάκαιναι, ἀλλʼ ὡς τῶν Κρητικῶν αἱ διάπονοι ἀπὸ τοῦ φιλοπονεῖν καὶ αἱ ἰταμαὶ ἀπὸ τοῦ ὀξέος καὶ αἱ μικταὶ ἀπʼ ἀμφοῖν, οὕτω δὲ
καὶ αὗται ἀπὸ τῆς ὠκύτητος. τὴν δὲ ἰδέαν καλόν τι χρῆμά εἰσιν κατά τε τοὺς ὀφθαλμοὺς αἱ γενναιόταται αὐτῶν καὶ κατὰ τὸ σῶμα ἅπαν καὶ τὴν τρίχα καὶ τὴν χρόαν· οὕτω ταῖς τε ποικίλαις ἐπανθεῖ τὸ ποικίλον, καὶ ὅσαις ἁπλῆ χρόα ἐστίν, ἀποστίλβει καὶ αὕτη, καὶ ἐστιν ἥδιστον θέαμα ἀνδρὶ θηρευτικῷ.