Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

κρατίστη δὲ ὥρα ἐς σκυλακείαν ἡ τοῦ ἦρος· εὐκράτως γὰρ αὕτη μάλιστα ἔχει κρύους τε καὶ θάλπους. ὡς τὸ μὲν κρύος τοῖς σκυλακίοις οὐκ ἀγαθὸν ἐς ἀνατροφήν, ἄλλως τε καὶ ἀπορίᾳ γάλακτος· τὸ δὲ καῦμα ταῖς μητράσιν χαλεπὸν ἐν τῇ ἀνατροφῇ· τὸ φθινόπωρον δὲ ταύτῃ χεῖρον τοῦ ἦρος, ὅτι χειμὼν ἐπιλαμβάνει τὰ σκυλάκια πρὶν παγῆναι.

τεκοῦσαν δὲ εἰ μὲν ἐθέλοις ἐπαναλαβεῖν τὴν πρόσθεν ὠκύτητα, μὴ ἐᾶν ἐκτρέφειν αὐτὴν ὅτι μὴ ἐς ὅσον ἀποκουφίσαι τὸ πολὺ τοῦ γάλακτος· εἶτα δὲ ὑφελόντα ἄλλαις παραδιδόναι κυσὶν ἐπιλεγόμενον γενναίας· τὸ γὰρ τῶν ἀγεννῶν γάλα οὐ σύμφυλον ταῖς γενναίαις.

εἰ δὲ μηκέτι ἐς δρόμον ἐπιτηδείως ἔχουσα φαίνοιτο ἡ κύων, κράτιστον ἐᾶν ὑπὸ τῇ τεκούσῃ καὶ μὴ ὑποβάλλειν ὑφʼ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι, ᾗπερ καὶ ὁ Ξενοφῶν ἐκεῖνος ἀποφαίνει, οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα.

ὁπόταν δὲ ἤδη πλανᾶται τὰ σκυλάκια, ὀρθῶς συμβουλεύει ὅτι χρὴ γάλακτι ἀνατρέφειν αὐτά, καὶ ὅτι αἱ βαρεῖαι πλησμοναὶ τὰ τε σκέλη αὐτοῖς διαστρέφουσιν

καὶ τοῖς σώμασιν νόσου ἐμβάλλουσιν. καὶ τὰ ὀνόματα δὲ ὅτι βραχέα καὶ εὐανάκλητα θετέον ταῖς

p.77
κυσίν, καὶ τοῦτο χρὴ πείθεσθαι αὐτῷ. καὶ ὅσα ἀναγέγραφεν ὀνόματα, τὰ μὲν εὑρὼν τὰ δὲ καὶ αὐτὸς ποιήσας, δεξιῶς ἀναγέγραφεν.

εἰ δὲ μήπω ἐθέλοις σκυλακεῦσαι, φυλάσσειν ὡς ἀνυστὸν ἐπιμελέστατα τὰς κύνας, ἐπειδὰν τῆ ἀνάγκῃ ταύτῃ ἔχωνται· ἀποπαυσαμέναις δὲ οἱ μαστοὶ σφριγῶσιν καὶ ὑποπίμπλανται γάλακτος, καὶ τείνεται τὰ ὑπὸ τῇ γαστρί.

καὶ ἔστιν τηνικαῦτα οὐκ ἀσφαλὲς ἐπιλύειν κύνα ἐπὶ λαγῶ· ῥήγνυνται γὰρ αὐταῖς αἱ λαγόνες. ὥστε οὐδὲ ἐς τὸ σκιρτῆσαι χρῆ λύειν αὐτὰς ἅμα ἑτέρᾳ κυνί· ἁμιλλώμεναι γὰρ ἔστιν ὅτε καὶ ὑπὲρ δύναμιν συνταθεῖσαι ἐς ἴσον κίνδυνον καθίστανται.

ἀλλὰ κράτιστον περιμεῖναι, ἔστε χαλάσαι αὐταῖς τοὺς μαστούς. τεκμήριον δὲ ὅτι ἤδη ἀσφαλές, ἐπειδὰν αἱ τρίχες ἀπορρέωσιν ἀθρόαι ἐπαφωμένῳ· τότε γὰρ λύονται, ἐμοὶ δοκεῖν, ἀπὸ τῆς ἀνάγκης τῆς πρόσθεν καὶ παρίστανται ἤδη ἐς δρόμον.

κύων δὲ θήλεια μὲν ὠκυτέρα ἄρρενος, ἄρρην δὲ θηλείας διαπονεῖσθαι ἀμείνων. καὶ ὅτι διʼ ἔτους θεῖ, πολλῷ τινι ἐντιμότερον τὸ κτῆμα· καὶ ὅτι θήλειαι μὲν πολλαὶ ἀγαθαί, ἄρρενος δὲ γενναίου ἐπιτυχεῖν οὐκ εὐμαρές, καὶ ταύτῃ ἐντιμότερον.