Cynegeticus
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
ἀποκαθαρθῇ τοῦ αἵματος· πρόσθεν δὲ εἰ παραλάβοιεν τὴν γονήν, τὸ πολὺ οὐ κρατοῦσιν, ἀλλʼ ἐκκλύζεται ὑπὸ τοῦ αἵματος, καθάπερ ταῖς γυναιξίν.
προσέχειν δὲ τὸν νοῦν ἐνταῦθα· βραχὺς γὰρ χρόνος διαγίγνεται, ἐν ᾧ οὐκέτι μὲν φέρεται αὐτῇ τὸ αἷμα, ἔτι δὲ φυλάσσει τὴν ἐπιθυμίαν. ἀγαθὴ δὲ τῇ θηλείᾳ ἡλικία ἡ ἀπὸ διέτους ἐς ἕβδομον ἔτος.
κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ, αὐτὸν δὲ ἀφανῆ εἶναι· αἱ γὰρ ἐν τῷ ἐμφανεῖ
p.76
ὁμιλίαι οὐ γόνιμοι, εἰ χρὴ πείθεσθαι ἀνδράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρα ὑπὸ κυνῶν ἐσπουδάσθη, ἐπιτυχῆ γενέσθαι λόγος. μετὰ ταῦτα δὲ ἐξάγειν μὲν ἐπὶ θήραν — ὁ γὰρ περίπατος ἀγαθὸν ἐς ῥώμην ταῖς κυσίν —, ἐφιέναι δὲ αὐτάς λαγῷ μηκέτι· κίνδυνος γὰρ διαφθεῖραι ὑπερκαμοῦσαν ἢ ὑπερταθεῖσαν.