Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

p.74
θήλειαν μὲν μετὰ μῆνα ἑνδέκατον ἐξάγειν ἐπὶ θήραν, πρόσθεν δὲ ἔτι ἀπὸ δεκάτου μηνός, εἰ εὐπαγὴς τύχοι καὶ μὴ ὑγρομελής, λαγῶ ἀπὸ χειρὸς ἀφιέναι ἐν χωρίῳ περιφανεῖ, καὶ τὴν μὲν ἐγγύθεν ἐφιέναι τῷ λαγῷ τήν τε ὄψιν αὐτὴν ἐμπίμπλασθαι καὶ ἐγγὺς ὁρῶσαν μετʼ ἐλπίδος ἀγαθῆς πονεῖν,

κύνα δὲ ἄλλην τελείαν ἐφιέναι ὕστερον, ὡς μὴ ἐπὶ πολὺ κακοπαθῆσαι τὴν σκύλακα μηδὲ ἀπαγορεῦσαι ὑπὸ καμάτου. ἣ δὲ θαμινὰ καὶ εὐμαρῶς ἐξελίσσουσα τὸν λαγῶ παραδώσει τῇ σκύλακι. ἑλοῦσαν δὲ ἐᾶν σπαράξαι τοῖς ὀδοῦσιν, ἔστε κατακανεῖν.

ἐπειδὰν δὲ ἐξάγεσθαι ἤδη ὥραν ἔχῃ, πρῶτα μὲν τὰς ὁδοὺς βαδίζειν, ὅσαι τραχεῖαι αὐτῶν· ἀγαθὸν γὰρ τὸ μελέτημα ἐς τὸ πῆξαι τοὺς πόδας ταῖς κυσίν.

ἔπειτα ἵστασθαι τὸν ἔχοντα αὐτὴν ἐν χωρίῳ περιφανεῖ καὶ ὑπερδεξίῳ, καὶ φθάσαντι μὲν τῷ λαγῷ καὶ προλαβόντι οὐχ ὁρῶσαν μὴ ἐφιέναι· τοῦτο γάρ τοι περὶ τῶν ἐς ἰχνείαν ἀσκουμένων κυνῶν παραινεῖ ὁ Ξενοφῶν ἐκεῖνος.

κύνα δὲ ὠκεῖαν εἰ μὴ ὁρῶσαν ἐπιλύσειας, πλάζεται καὶ σκιρτᾷ καὶ ἔκφρων γίγνεται καὶ ἀνασοβεῖται.