Cynegeticus
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
καὶ αἱ δυσχωρίαι δὲ πρὸς τοὺ λαγὼ μᾶλλόν τί εἰσιν ἢ τῆς κυνός, οἷα τὰ τραχέα καὶ οἱ φελλεῶνες καὶ τὰ σιμὰ καὶ τὰ ἀνώμαλα, ὅτι κοῦφός τέ ἐστιν καὶ οἱ πόδες αὐτῷ ὑπὸ δασύτητος οὐ ῥήγνυνται ἐν τοῖς τραχέσιν. καὶ τὸ περὶ τὸ περὶ ψυχῆς δὲ θεῖν ἀφαιρεῖται τὴν αἴσθησιν τῶν δυσκόλων.
ἔχουσαν δὲ τὴν κύνα ἢ καὶ ἄλλως κρατήσασαν τῷ δρόμῳ καταπηδήσαντα ἀπὸ τοῦ ἵππου καταψᾶν χρὴ ἐπευφημοῦντα, καὶ τὴν κεφαλὴν φιλεῖν, καὶ τὰ ὦτα ἀποτείνειν, καὶ ὀνομαστὶ ἐπιλέγειν “εὖγε ὦ Κιρρά, εὖγε ὦ Βόννα, καλῶς γε ὦ Ὁρμή,” καὶ ὅ τι περ ἄλλο ἑκάστῃ ὄνομα αὐτὰ τοῦτο ἀνακαλοῦντα· χαίρουσιν γὰρ ἐπαινούμεναι, καθάπερ τῶν ἀνθρώπων οἱ γενναῖοι. ἣ δὲ εἰ μὴ τύχοι ἀπηγορευκυῖα, πρόσεισιν ἐπιμειδιῶσα καὶ φιλοφρονουμένη.
ἀγαθὸν δὲ ἐπὶ τούτῳ καὶ καλινδεῖσθαι τὴν κύνα, καθάπερ τοὺς ἵππους ὁρῶμεν· δῆλον γὰρ ὅτι μὴ ἀπηγόρευσεν ὑπὸ τοῦ δρόμου, καὶ ἅμα τὸν κάματον παύει αὐτῶν.