Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

Ξενοφῶντι τῷ Γρύλλου λέλεκται μὲν ὅσα ἀγαθὰ ἀνθρώποις ἀπὸ κυνηγεσίων γίγνεται, καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα, λέλεκται δὲ καὶ καθʼ ὅ τι ἔοικεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική, καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ὁποῖόν τινα· καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι, καὶ πάγας ὅπως ἱστάναι τοῖς θηρίοις, ὅσα πάγῃ ἁλωτά.

καὶ περὶ λαγῶν δὲ λέλεκται, ἥτις ἡ φύσις αὐτῶν,

p.58
καὶ ὅπως νέμονται καὶ ὅπου εὐνάζονται, καὶ ὅπως χρὴ μαστεύειν αὐτούς· καὶ περὶ κυνῶν, ὅσαι ἰχνεύειν σοφαὶ καὶ ὅσαι πονηραί, καὶ ὅπως ἀπό τε τοῦ εἴδους καὶ τῶν ἔργων τεκμαίρεσθαι χρὴ ἑκατέρας.

ἔστιν δὲ ἃ καὶ περὶ συῶν θήρας λέλεκται καὶ ἐλάφων καὶ ἄρκτων καὶ λεόντων,

ὅπως σοφίᾳ καὶ δόλῳ ἁλωτά. ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ, οὐχὶ ἀμελείᾳ ἀλλʼ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ Σκυθικοῦ τε καὶ τοῦ Λιβυκοῦ, ταῦτα λέξω, ὁμώνυμός τε ὢν αὐτῷ καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν·

ἐπεὶ καὶ αὐτὸς ἐκεῖνος, ἃ Σίμωνι περὶ ἱππικῆς ἐνδεῶς λελεγμένα ἦν, ᾠήθη δεῖν ἀναγράψαι, οὐχὶ ἔριδι τῇ πρὸς Σίμωνα, ἀλλʼ ὅτι ὠφέλιμα ἐς ἀνθρώπους ἐγίγνωσκεν.

ὅτι μὲν δὴ οὐκ ἠπίστατο τὸ γένος τῶν κυνῶν τὸ Κελτικόν, δοκῶ ἔγωγε ὡς οὐδὲ τεκμηρίων δεῖ πρὸς αὐτό· ἄγνωστα γὰρ ἦν τὰ ἔθην τῆς Εὐρώπης, ὅσα ταύτῃ ᾤκισται, ὅτι μὴ τῆς Ἰταλίας ὅσα Ἕλληνες κατεῖχον, ἢ ὅσοις κατʼ ἐμπορίαν διὰ θαλάσσης ἐπεμίγνυον.

ὡς δὲ οὐδὲ ἄλλο γένος κυνῶν ἐγίγνωσκεν, ὃ κατὰ ὠκύτητα ἔοικεν τῷ Κελτικῷ, τεκμαίρεσθαι ὑπάρχει ἀπὸ τῶνδε. λέγει γὰρ ὡς ὅσοι ἁλίσκονται λαγῲ ὑπὸ κυνῶν, παρὰ φύσιν σώματος ἁλίσκονται ἢ τύχῃ χρησάμενοι.

εἰ δέ γε ἠπίστατο τὰς κύνας τὰς Κελτικάς, ταὐτὸν τοῦτο δοκεῖ ἄν μοι ἀποφήνασθαι περὶ τῶν κυνῶν, ὡς ὁπόσους λαγὼς οὐχ αἱροῦσιν κύνες κατὰ πόδας, παρὰ φύσιν σώματος οὐχ αἱροῦσιν ἢ τύχῃ χρησάμεναι. ὡς ὅσαι γε ἀγαθαὶ τὸ σῶμα καὶ τὸν θυμόν γενναῖαι, ταύτας δὲ οὐκ ἄν ποτε διαφύγοι λαγώς, εἰ μή τις δυσχωρία ἐμποδὼν γένοιτο, ἢ ὕλη ἀποκρύψασα, ἢ κατάδυσις κοίλη καὶ βαθεῖα ἀφελομένη, ἢ τάφρος διαδραμεῖν ἐν τῷ ἀφανεῖ

p.59
παρασχοῦσα.

ἐνθένδε, οἶμαι, ὅπως μὲν ἐπὶ τὰς ἄρκυς χρὴ ἐπελαύνειν τὸ λαγῶ ἐπεξέρχεται τῷ λόγῳ, καὶ εἰ παραδράμοι τὰς ἄρκυς, ὅπως χρὴ μεταθεῖν αὐτὸν καὶ ἀνευρίσκειν κατὰ τὸ ἴχνος, ἔστε ἁλῶναι ἀπαγορεύσαντα ὑπὸ καμάτου.

ὅτι δὲ οὐδὲν οὔτε ἀρκύων δεῖ τῷ κύνας ἀγαθὰς κεκτημένῳ οὔτε τοῦ μαστεύειν διαφυγόντα, οὐδαμοῦ τοῦτο ἐδήλωσεν, ἀλλὰ τὴν θήραν ταύτην μόνην ἐξηγεῖται, ἣν Κᾶρες τε καὶ Κρῆτες θηρῶσιν.

θηρῶσιν δὲ καὶ Κελτοὶ ἀφαιροῦντες τὰ ἄρκυς, ὅσοι γε οὐκ ἀπὸ κυνηγεσίων βιοτεύουσιν, αὐτοῦ τοῦ ἐν θήρᾳ καλοῦ ἕνεκα· ἔστιν γὰρ καὶ ταύτῃ κυνῶν γένος ἰχνεῦσαι μὲν οὐ μεῖον σοφὸν ἢ τὸ Καρικὸν καὶ Κρητικὸν, τὴν δὲ ἰδέαν ἀνιαρὸν καὶ θηριῶδες.