Indica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
τοσούτου δέει τά γε ἐπέκεινα ταύτης τῆς χώρης, ἥντινα ἰσθμὸν ἀπεφαίνομεν ἐκ τοῦ κόλπου τοῦ Ἀραβίου κατήκοντα ἐς τὴν Ἐρυθρὴν θάλασσαν οἰκεόμενα εἶναι, ὁκότε τὰ πρὸς ἄρκτον μᾶλλον αὐτῶν ἀνέχοντα ἔρημά τέ ἐστι καὶ ψαμμώδεα.
ἀλλὰ γὰρ ἀπὸ τοῦ Ἀραβίου κόλπου τοῦ κατʼ Αἴγυπτον ὁρμηθέντες ἄνθρωποι, ἐκπεριπλώσαντες τὴν πολλὴν Ἀραβίην τοῦ ἐλθεῖν ἐς τὴν κατὰ Σοῦσά τε καὶ Πέρσας θάλασσαν, ἐς τοσόνδε ἄρα παραπλώσαντες τῆς Ἀραβίης, ἐς ὅσον σφίσι τὸ ὕδωρ ἐπήρκεσε τὸ ἐμβληθὲν ἐς τὰς νέας, ἔπειτα ὀπίσω ἀπενόστησαν.
ἐκ Βαβυλῶνος δὲ οὕστινας ἔστειλεν Ἀλέξανδρος, ὡς ἐπὶ μήκιστον πλώοντας ἐν δεξιῇ τῆς Ἐρυθρῆς θαλάσσης τοῦ γνῶναι τοὺς ταύτῃ χώρους, οὗτοι νήσους μέν τινας κατεσκέψαντο ἐν τῷ παραπλόῳ κειμένας,
καί κου καὶ τῇ ἠπείρῳ τῆς Ἀραβίης προσέσχον, τὴν δὲ ἄκρην, ἥντινα καταντικρὺ τῆς ἔστιν ὅστις ὑπερβαλὼν ἐπικάμψαι ἐς τὸ ἐπὶ θάτερα δυνατὸς ἐγένετο.
δοκέω δὲ ὡς εἴπερ πλωτά τε ἦν καὶ βαδιστὰ ταύτῃ, ὑπʼ Ἀλεξάνδρου ἄν τῆς πολυπραγμοσύνης ἐξελήλεγκτο πλωτά
Ἄννων δὲ ὁ Λίβυς ἐκ Καρχηδόνος ὁρμηθεὶς ὑπὲρ μὲν Ἡρακληίας στήλας ἐξέπλωσεν ἐς τὸν ἔξω πόντον, ἐν ἀριστερῇ τὴν Λιβύην ἔχων· καὶ ἔστε μὲν πρὸς ἀνίσχοντα ἥλιον ὁ πλόος αὐτῷ ἐγένετο τὰς πάσας πέντε καὶ τριήκοντα ἡμέρας·
ὡς δὲ δὴ ἐς μεσαμβρίην ἐξετράπετο, πολλῇσιν ἀμηχανίῃσιν ἐνετύγχανεν ὕδατός τε ἀπορίῃ καὶ καύματι ἐπιφλέγοντι καὶ ῥύαξι πυρὸς ἐς τὸν πόντον ἐμβάλλουσιν.
ἀλλὰ ἡ Κυρήνη γὰρ τῆς Λιβύης ἐν τοῖσι ἐρημοτέροισι πεπολισμένη ποιώδης τέ ἐστι καὶ εὔυδρος καὶ καρπῶν παντοίων καὶ κτηνέων πάμφορος ἔστε ἐπὶ τοῦ σιλφίου τὰς ἐκφύσιας· ὑπὲρ δὲ τὸ σίλφιον τὰ ἄνω αὐτῆς ἔρημα καὶ ψαμμώδεα.
οὗτός μοι ὁ λόγος ἀναγεγράφθω, φέρων καὶ αὐτὸς
ἐς Ἀλέξανδρον τὸν Φιλίππου, τὸν Μακεδόνα.