Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐκ Μεσαμβρίης δὲ ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διηκοσίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ ἀπὸ τούτου ἐς τὸ ἄνω τὰ Περσέων βασιλήια ἦν, ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους.

κατὰ τοῦτον τὸν παράπλοον λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς

p.50
τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι εἶναι πήχεων πεντήκοντα·

δέρμα δὲ αὐτῷ εἶναι φολιδωτόν, οὕτω τι ἐς βάθος ἧκον, ὥστε καὶ ἐπὶ πῆχυν ἐπέχειν· ὄστρεά τε καὶ λοπάδας καὶ φυκία πολλά ἔχειν ἐπιπεφυκότα. καὶ δελφῖνας λέγει ὅτι κατορᾶν ἦν πολλοὺς ἀμφὶ τῷ κήτεϊ, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μέζονας τοὺ δελφῖνας.

ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥόγονιν ποταμὸν χειμάρροον ἐν λιμέντ εὐόρμῳ· μῆκος τοῦ παραπλόου στάδιοι διηκόσιοι.

ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμαρρόῳ· Βρίξανα τῷ ποταμῷ οὔνομα. ἐνθαῦτα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βραχέα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον. ἀλλὰ ὅτε ἡ πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο·

ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηροῦ ὑπελείφθησαν αἱ νέες. ἐπεὶ δὲ ἡ πλημμυρὶς ἐν τάξι ἀμείβουσα ἐπανῆλθε, τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ·

οὔνομα σὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.

μέχρι τοῦδε Πέρσαι οἰκέουσι, τὰ δὲ ἀπὸ τοῦδε Σούσιοι. Σουσίων δὲ ἄλλο ἔθνος αὐτόνομον κατύπερθε προσοικέει· Οὔξιοι καλέονται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταὶ εἰσι. μῆκος τοῦ παραπλόου τῆς Περσίδος χώρης στάδιοι τετρακόσιοι καὶ τετρακισχίλιοι.

τὴν δὲ Περσίδα γῆν τριχῆ νενεμῆσθαι τῶν ὡρέων λόγος κατέχει. τὸ μὲν αὐτῆς πρὸς τῇ Ἐρυθρῇ θαλάσσῃ οἰκεόμενον ψαμμῶδές τε εἶναι καὶ ἄκαρπον ὑπὸ

καύματος, τὰ δὲ ἀπὸ τοῦδε ὡς πρὸς ἄρκτον τε καὶ βορέην ἄνεμον ἰόντων καλῶς κεκρᾶσθαι τῶν ὡρέων, καὶ τὴν χώρην ποιώδεά τε εἶναι καὶ λειμῶνας ὑδρηλοὺς καὶ ἄμπελον πολλὴν φέρειν καὶ ὅσοι ἄλλοι καρποί, πλὴν ἐλαίης·

παραδείσοισί τε παντοίοισι τεθηλέναι, καὶ ποταμοῖσι

p.51
καθαροῖσι διαρρέεσθαι καὶ λίμνῃσι, καὶ ὄρνισιν ὁκόσοισιν ἀμφὶ ποταμούς τε καὶ λίμνας ἐστὶ τὰ ἤθεα ἵπποισί τε ἀγαθὴν εἶναι, καὶ τοῖσιν ἄλλοισιν ὑποζυγίοισι νέμεσθαι, καὶ ὑλώδεά τε πολλαχῆ καὶ πολύθηρον.