Indica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
Ἀλέξανδρος δὲ σωτήρια τοῦ στρατοῦ ἔθυε Διὶ Σωτῆρι καὶ Ἡρακλέι καὶ Ἀπόλλωνι Ἀλεξικάκῳ καὶ Ποσειδῶνί τε καὶ ὅσοι ἄλλοι θαλάσσιοι θεοὶ, καὶ ἀγῶνα ἐποίεε γυμνικόν τε καὶ μουσικόν, καὶ πομπὴν ἔπεμπε· καὶ Νέαρχος ἐν πρώτοισιν ἐπόμπευε, ταινίῃσί τε καὶ ἄνθεσι πρὸς τῆς στρατιῆς βαλλόμενος.
ὡς δὲ ταῦτά οἱ τέλος εἶχε, λέγει πρὸς Νέαρχον “ἐγώ σε, ὦ Νέαρχε, οὐκέτι ἐθέλω τὸ πρίσω οὔτʼ ὦν κινδυνεύειν οὔτε ταλαιπωρέεσθαι, ἀλλὰ ἄλλος γὰρ τοῦ ναυτικοῦ ἐξηγήσεται τὸ ἀπὸ τοῦδε, ἔστε καταστῆσαι αὐτὸ ἐς Σοῦσα.
” Νέαρχος δὲ ὑπολαβὼν λέγει “ὦ βασιλεῦ, ἐγὼ μέν τοι πάντα πείθεσθαι ἐθέλω τε καὶ ἀναγκαίη μοί ἐστιν. ἀλλὰ εἰ δή τι καὶ σὺ ἐμοὶ χαρίζεσθαι ἐθέλεις, μὴ ποιήσῃς ὧδε, ἀλλὰ με ἔασον ἐξηγήσασθαι ἐς ἅπαν τοῦ στρατοῦ, ἔστʼ ἄν σοι σῴας καταστήσω ἐς Σοῦσα τὰς νέας.
μηδὲ τὰ μὲν χαλεπά τε καὶ ἄπορα ἐμοὶ ἐπιτετραμμένα ἐκ σοῦ ἔστω, τὰ δὲ εὐπετέα τε καὶ κλέεος ἤδη ἐχόμενα ἑτοίμου, ταῦτα δὲ ἀπαιρεθέντα ἄλλῳ ἐς χεῖρας διδόσθω.
” ἔτι λέγοντα παύει Ἀλέξανδρος, καὶ χάριν προσωμολόγεεν εἰδέναι. οὕτω δὴ καταπέμπει αὐτόν, στρατιὴν δοὺς ἐς παραπομπὴν ὡς διὰ φιλίης ἰόντι ὀλίγην.
τῷ δὲ οὐδὲ τὰ τῆς ὀδοῦ τῆς ἐπὶ θάλασσαν ἔξω πόνου ἐγένετο, ἀλλὰ συλλελεγμένοι γὰρ οἱ κύκλῳ βάρβαροι τὰ ἐρυμνὰ τῆς χώρης τῆς Καρμανίης κατεῖχον, ὅτι ὁ σατράπης αὐτοῖσι ἐτετελευτήκει κατὰ πρόσταξιν Ἀλεξάνδρου, ὁ δὲ νεωστὶ κατεστηκὼς Τληπόλεμος οὔπω βέβαιον
δὶς ὦν καὶ τρίς τῇ αὐτῇ ἡμέρῃ ἄλλοισι καὶ ἄλλοισι τῶν βαρβάρων ἐπιφαινομένοισιν ἐς χεῖρας ᾔεσαν, καὶ οὕτως οὐδέν τι ἐλινύσαντες μόλις καὶ χαλεπῶς ἐπὶ θάλασσαν ἀπεσώθησαν. ἐνθαῦτα θύει Νέαρχος Διὶ Σωτῆρι καὶ ἀγῶνα ποιέει γυμνικόν.
ὡς δὲ αὐτῷ τὰ θεῖα ἐν κόσμῳ ἐπεποίητο, οὕτω δὴ ἀνήγοντο. παραπλώσαντες δὲ νῆσον ἐρήμην τε καὶ τρηχέαν ἐν ἄλλῃ νήσῳ ὁρμίζονται, μεγάλῃ ταύτῃ καὶ οἰκεομένῃ, πλώσαντες σταδίους τριηκοσίους ἔνθενπερ ὡρμήθησαν.
καὶ ἡ μὲν ἐρήμη νῆσος Ὄργανα ἐκαλέετο, ἐς ἣν δὲ ὡρμίσθησαν Ὀάρακτα. ἄμπελοί τε ἐν αὐτῇ ἐπεφύκεσαν καὶ φοίνικες, καὶ σιτοφόρος ἦν· τὸ δὲ μῆκος τῆς νήσου στάδιοι ὀκτακόσιοι. καὶ ὁ ὕπαρχος τῆς νήσου Μαζήνης συνέπλωεν αὐτοῖσι μέχρι Σούσων, ἐθελοντὴς ἡγεμὼν τοῦ πλόου.