Indica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
ὅτι δὲ οὐ γινώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι· οὕτω γάρ τι ἔχομεν κακῶς, ὥστε ἄγνωστοι εἶναι. φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς ἐρώμεθα κατʼ ὅτι ταύτην ἐλαύνουσιν.
” ἔδοξε Νεάρχῳ ἐναίσιμα λέγειν· καὶ ἤροντο ὅκοι ἐλαύνουσιν· οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρατοῦ τοῦ ναυτικοῦ.
δ δέ “οὗτοσ” ἔφη “ἐγώ εἰμι Νέαρχος, καὶ Ἀρχίης οὗτος. ἀλλὰ ἄγετε ἡμέας· ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα.”
ἀναλαβόντες δὲ αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελήσαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτι “οὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε ἄλλοι κομίζονται παρὰ σέ,” ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς οὐδὲν εἶχον ὑποκρίνασθαι.
τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος, τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρατιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε Νεάρχου τε καὶ Ἀρχίεω τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον ἐλύπεεν αὐτὸν ἀπολομένη ἡ στρατιὴ πᾶσα.
οὔπω πάντα εἴρητο, καὶ Νέαρχός τε καὶ Ἀρχίης προσῆγον. τοὺς δὲ μόλις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος· ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους κατεώρα, ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς στρατιῆς τῆς ναυτικῆς ἐγίνετο.
ὃ δὲ τὴν δεξιὴν Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μοῦνον ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστέων, πολλὸν χρόνον ἐδάκρυεν·
ὀψὲ δὲ ἀνενεγκὼν “ἀλλὰ σύγε ἡμῖν ὅτι ἐπανήκεις σῷοσ” ἔφη “καὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως· αἱ δέ τοι νέες καὶ ἡ στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν;”
ὃ δὲ ὑπολαβών “ὦ βασιλεῦ,” ἔφη “καὶ αἱ νέες τοι σῷαί εἰσι καὶ ὁ στρατός· ἡμεῖς δὲ αὐτάγγελοι τῆς σωτηρίης αὐτῶν ἥκομεν.