Indica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
Νέαρχος δὲ ὑποκρίνεται νήπιον
οὐ γὰρ ὅτι ἀπορίη ἦν πεζῇ διασωθῆναι πάντα αὐτῷ τὸν στρατόν, ἐπὶ τῷδε ἄρα ἐκπέμψαι τὰς νέας, ἀλλὰ ἐθέλοντα αἰγιαλούς τε τοὺς κατὰ τὸν παράπλοον κατασκέψασθαι καὶ ὅρμους καὶ νησῖδας, καὶ ὅστις κόλπος ἐσέχοι, ἐκπεριπλῶσαι τοῦτον, καὶ πόλιας ὅσαι ἐπιθαλάσσιαι, καὶ εἴ τις ἔγκαρπος γῆ καὶ εἴ τις ἐρήμη.
σφᾶς ὦν οὐ χρῆναι ἀφανίσαι τὸ ἔργον, πρὸς τέρματι ἤδη ἐόντας τῶν πόνων, ἄλλως τε οὐδὲ ἀπόρως ἔτι τῶν ἀναγκαίων ἐν τῷ παραπλόῳ ἔχοντας. δεδιέναι τε, ἐπεὶ ἡ ἄκρη ἐς μεσαμβρίην ἀνέχοι, μὴ ἐρήμῃ τε τῇ ταύτῃ γῇ καὶ ἀνύδρῳ καὶ φλογώδεϊ ἐγκύρσειαν.
ταῦτα ἐνίκα, καί μοι δοκέει περιφανέως σῶσαι τὴν στρατιὴν τῇδε τῇ βουλῇ Νέαρχος· τὴν γὰρ δὴ ἄκρην ἐκείνην καὶ τὴν πρὸς αὐτῇ χώρην πᾶσαν ἐρήμην τε εἶναι λόγος κατέχει καὶ ὕδατος ἀπορίῃ ἔχεσθαι.
ἀλλὰ ἔπλωον γὰρ ἀπὸ τοῦ αἰγιαλοῦ ἄραντες τῇ γῇ προσεχέες, καὶ πλώσαντες σταδίους ὡς ἑπτακοσίους ἐν ἄλλῳ αἰγιαλῷ ὡρμίσαντο· Νεόπτανα οὔνομα τῷ αἰγιαλῷ.
καὶ αὖθις ὑπὸ τὴν ἕω ἀνήγοντο, καὶ πλώσαντες σταδίους ἑκατὸν ὁρμίζονται κατὰ ποταμὸν Ἄναμιν· ὁ δὲ χῶρος Ἁρμόζεια ἐκαλέετο. δαψιλέα δὲ ἤδη καὶ πάμφορα τὰ ταύτῃ ἦν, πλὴν ἐλαῖαι οὐκ ἐπεφύκεσαν.
ἐνθαῦτα ἐκβαίνουσί τε ἐκ τῶν νεῶν καὶ ἀπὸ τῶν πολλῶν πόνων ἄσμενοι ἀνεπαύοντο, μεμνημένοι ὅσα κακὰ κατὰ τὴν θάλασσαν πεπονθότες ἦσαν καὶ πρὸς τῇ γῇ τῇ Ἰχθυοφάγων, τήν τε ἐρημίην τῆς χώρης, καὶ τοὺς ἀνθρώπους ὅκως θηριώδεες, καὶ τὰς σφῶν ἀπορίας ἐπιλεγόμενοι.
καί τινες αὐτῶν ἀπὸ θαλάσσης ἐς τὸ πρόσω ἀνῆλθον, ἀποσκεδασθέντες τῆς στρατιῆς κατὰ ζήτησιν ἄλλος ἄλλου.
ἐνθαῦτα ἄνθρωπός σφισιν ὤφθη χλαμύδα τε φορέων Ἑλληνικὴν καὶ τὰ ἄλλα ὡς Ἕλλην ἐσκευασμένος, καὶ