Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὡς δὲ οὐδένα ὑπακούειν, τότε δὴ αὐτὸς λέγει πλῶσαι ἐς τὴν νῆσον, καὶ κατασχεῖν προσαναγκάσαι τοὺς ναύτας οὐκ ἐθέλοντας, καὶ ἐκβῆναι αὐτὸς καὶ ἐλέγξαι κενὸν μῦθον ἐόντα τὸν περὶ τῇ νήσῳ λόγον.

ἀκοῦσαι δὲ καὶ ἄλλον λόγον λεγόμενον, οἰκῆσαι τὴν νῆσον ταύτην μίαν τῶν Νηρηίδων· τὸ δὲ οὔνομα οὐ λέγεσθαι τῆς Νηρηίδος. ταύτῃ δὲ ὅστις πελάσειε, τούτῳ δὲ συγγίνεσθαι μέν, ἰχθὺν δὲ αὐτὸν ἐξ ἀνθρώπου ποιέουσαν ἐμβάλλειν ἐς τὸν πόντον.

ἥλιον δὲ ἀχθεσθέντα τῇ Νηρηίδι κελεύειν μετοικίζεσθαι αὐτὴν ἐκ τῆς νήσου· τὴν δὲ ὁμολογέειν μὲν ὅτι ἐξοικισθήσεται, δέεσθαι δέ οἱ τὸ πάθημα παυθῆναι, καὶ τὸν Ἥλιον ὑποδέξασθαι·

τοὺς δὲ σὴ ἀνθρώπους οὕστινας ἰχθύας ἐξ ἀνθρώπων ἐπεποιήκει κατελεήσαντα ἀνθρώπους αὖθις ἐξ ἰχθύων ποιῆσαι, καὶ ἀπὸ τούτων τῶν Ἰχθυοφάγων τὸ γένος καὶ ἐς Ἁλέξανδρον κατελθεῖν.

καὶ ταῦτα ὅτι ψεύδεα ἐξελέγχει Νέαρχος, οὐκ ἐπαινέω αὐτὸν ἔγωγε τῆς σχολῆς τε καὶ σοφίης, οὔτε κάρτα χαλεπὰ ἐξελεγχθῆναι ἐόντα, ταλαίπωρόν τε ἐὸν γινώσκων

p.41
τοὺς παλαιοὺς λόγους ἐπιλεγόμενον ἐξελέγχειν ἐόντας ψευδέας.

ὑπὲρ δὲ τοὺς Ἰχθυοφάγους Ραδρώσιοι ἐς τὸ ἄνω οἰκέουσι γῆν πονηρὴν καὶ ψαμμώδεα, ἔνθα καὶ τὰ πολλὰ κακὰ ἡ στρατιή τε Ἀλεξάνδρῳ ἔπαθε καὶ αὐτὸς Ἀλέξανδρος, ὥς μοι ἤδη ἐν τῷ ἄλλῳ λόγῳ ἀπήγηται.

ὡς δὲ ἐς τὴν Καρμανίην ἀπὸ τῶν Ἰχθυοφάγων κατῆρεν ὁ στρατός, ἐνθαῦτα ἵνα πρῶτον τῆς Καρμανίης ὡρμίσαντο, ἐπʼ ἀγκυρέων ἐσάλευσαν, ὅτι ῥηχίη παρετέτατο ἐς τὸ πέλαγος τρηχέα.

ἐνθένδε οὐκέτι ὡσαύτως πρὸς ἡλίου δυομένου ἔπλωον, ἀλλὰ τὸ μεταξὺ δύσιός τε ἡλίου καὶ τῆς ἄρκτου μᾶλλόν τι αἱ πρῷραι αὐτοῖσιν ἐπεῖχον.

καὶ ἡ Καρμανίη τῶν Ἰχθυοφάγων τῆς γῆς καὶ τῶν Ὠρειτέων εὐδενδροτέρη τε καὶ εὐκαρποτέρη ἐστί, καὶ ποιώδης μᾶλλόν τι καὶ εὔυδρος.