Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον δοῦναι τῇ στρατιῇ, εἰ σῴην ἐθέλουσιν ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνέοντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχεϊ. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.

ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω ἀνδραποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὴ ἐδέοντο τοῦ Νεάρχου, τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα ἀπαγαγεῖν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι.

Νέαρχος δὲ τὸν μὲν Ἀρχίην κελεύει καταλαβεῖν τὰς πύλας καὶ τὸ κατʼ αὐτὰς τεῖχος, αὐτὸς δὲ συμπέμπει τοὺς κατοψομένους τὸν σῖτον εἰ ἀδόλως δεικνῦσιν.

οἳ δὲ τὸ μὲν ἀπὸ τῶν ἰχθύων τῶν ὀπτῶν ἀληλεσμένον ἄλευρον πολλὸν ἐδείκνυν, πυροὺς δὲ καὶ κριθὰς ὀλίγας· καὶ γὰρ ἐτύγχανον σίτῳ μὲν τῷ ἀπὸ τῶν ἰχθύων, τοῖσι δὲ ἄρτοισιν ὅσα ὄψῳ διαχρεόμενοι.

ὡς δὲ τὰ ἐόντα ἐπεδείκνυν, οὕτω δὴ ἐκ τῶν παρεόντων ἐπισιτισάμενοι ἀνήγοντο, καὶ ὁρμίζονται πρὸς ἄκρῃ, ἥντινα οἱ ἐπιχώριοι ἱρὴν Ἡλίου ἦγον· οὔνομα τῇ ἄκρῃ Βάγεια.

ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες διεκπλώουσι σταδίους ἐς χιλίους ἐς Τάλμενα λιμένα εὔορμον. ἐνθένδε ἐς Κανασίδα πόλιν ἐρήμην σταδίους ἐς τετρακοσίους, ἵνα τινὶ φρέατι ὀρυκτῷ ἐπιτυγχάνουσι, καὶ φοίνικες

p.37
ἄγριοι ἐπεφύκεσαν. τούτων τοὺς ἐγκεφάλους κόπτοντες ἐσιτέοντο· σῖτος γὰρ ἐπελελοίπει τὴν στρατιήν.

καὶ κακῶς ἤδη ὑπὸ λιμοῦ ἔχοντες ἔπλωον τήν τε ἡμέρην καὶ τὴν νύκτα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ

Νέαρχος δὲ καταδείσας μὴ ἄρα ἐς τὴν γῆν ἐκβάντες ἀπολίποιεν τὰς νέας ὑπὸ ἀθυμίης, ἐπὶ τῷδε μετεώρους ἔσχε τὰς νέας ἐπʼ ἀγκυρέων.

ἐνθένδε ἀναχθέντες ἐς Κανάτην ὁρμίζονται, σταδίους ὡς ἑπτακοσίους καὶ πεντήκοντα διεκπλώσαντες. ἔστι δὲ καὶ αἰγιαλὸς ἐνθαῦτα καὶ διώρυχες βραχέαι.

ἐνθένδε σταδίους ὀκτακοσίους πλώσαντες ἐν Τροῖσιν ὁρμίζονται, κῶμαι δὲ σμικραὶ καὶ πονηραὶ ἐπῆσαν. καὶ οἱ μὲν ἄνθρωποι ἐκλείπουσι τὰ οἰκία, αὐτοὶ δὲ σίτῳ τινὶ ὀλίγῳ ἐπιτυγχάνουσι, καὶ βαλάνοισιν ἐκ φοινίκων. καὶ καμήλους ἑπτὰ ὅσαι ἐγκατελήφθησαν κατακόψαντες, ἀπὸ τούτων ἐσιτέοντο.

ὑπὸ δὲ τὴν ἕω ἀναχθέντες σταδίους τριηκοσίους πλώουσι, καὶ κατορμίζονται ἐς Δαγάσειρα· ἔνθα νομάδες τινὲς ἄνθρωποι ᾤκεον.

ἐνθένδε ἄραντες τήν τε νύκτα καὶ τὴν ἡμέρην οὐδέν τι ἐλινύοντες ἔπλωον, ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν τὸ ἔθνος τῶν Ἰχθυοφάγων, πολλὰ κακὰ ταύτῃ παθόντες ἀπορίῃ τῶν ἀναγκαίων.

ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇ — ῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα —, ἀλλὰ μετέωροι ἐπʼ ἀγκυρέων· μῆκος τοῦ παραπλόου τῶν Ἰχθυοφάγων τῆς χώρης στάδιοι ὀλίγῳ πλεῦνες ἢ μύριοι.