Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

Νέαρχος ὁ Ἀνδροτίμου, ὃς τὰ ἀμφὶ τῷ παραπλόῳ ἀνέγραψε· καὶ Λαομέδων ὁ Λαρίχου, καὶ Ἀνδροσθένης ὁ Καλλιστράτου·

ἐκ δὲ τῆς Ὀρεστίδος Κράτερός τε ὁ Ἀλεξάνδρου, καὶ Περδίκκας ὁ Ὀρόντεω· Ἐορδαῖοι δὲ Πτολεμαῖός τε ὁ Λάγου καὶ Ἀριστόνοος ὁ Πισαίου. ἐκ Πύδνης δὲ Μήτρων τε ὁ Ἐπιχάρμου καὶ Νικαρχίδης ὁ Σίμου.

ἐπὶ δὲ Ἄτταλός τε ὁ Ἀνδρομένεος Τυμφαῖος, καὶ Πευκέστας ὁ Ἀλεξάνδρου, Μιεζεύς, καὶ Πείθων ὁ Κρατεύα, Ἀλκομενεύς, καὶ Λεόννατος ὁ Ἀντιπάτρου Αἰγαῖος, καὶ Πάνταυχος ὁ Νικολάου Ἀλωρίτης, καὶ Μυλλέας ὁ Ζωΐλου Βεροιαῖος. οὗτοι μὲν οἱ σύμπαντες Μακεδόνες·

Ἑλλήνων δὲ Μήδιος μὲν ὁ Ὀξυθέμιδος Λαρισαῖος, Εὐμένης δὲ

p.24
ὁ Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ δ Πλάτωνος Κῷος καὶ Θόας ὁ Μηνοδώρου καὶ Μαίανδρος ὁ Μανδρογένεος Μάγνητες.

Ἄνδρων δὲ ὁ Καβήλεω Τήιος, Κυπρίων δὲ Νικοκλέης ὁ Πασικράτεος Σόλιος, καὶ Νιθάφων ὁ Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας ὁ Φαρνούχεω.

τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὸς κυβερνήτης ἦν Ὀνησίκριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς Εὐαγόρας ὁ Εὐκλέωνος Κορίνθιος.

ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος ὁ Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς ὁ Νέαρχος, ᾤκεε δὲ ἐν Ἀμφιπόλι τῇ ἐπὶ Στρυμόνι.

ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ, ἔθυε τοῖσι θεοῖσιν ὅσοι γε πάτριοι ἢ μαντευτοὶ αὐτῷ, καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπʼ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν·

ἀγῶνές τε αὐτῷ μουσικοί τε καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερήϊα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα ἐδίδοτο.