Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
ταυτὶ ἀπηγγέλθη Ἀλεξάνδρῳ τὰ μὲν πρὸς Ἀρχίου, ὃς ξὺν τριακοντόρῳ ἐκπεμφθεὶς ἐπὶ κατασκοπὴν τοῦ παράπλου τοῦ ὡς ἐπὶ τοὺς Ἄραβας μέχρι μὲν τῆς νήσου τῆς Τύλου ἦλθε, τὸ πρόσω δὲ οὐκέτι περαιωθῆναι ἐτόλμησεν· Ἀνδροσθένης δὲ ξὺν ἄλλῃ τριακοντόρῳ σταλεὶς καὶ τῆς χερρονήσου τι τῶν Ἀράβων παρέπλευσε· μακροτάτω δὲ τῶν ἐκπεμφθέντων προὐχώρησεν Ἱέρων ὁ Σολεὺς ὁ κυβερνήτης, λαβὼν καὶ οὗτος παρʼ Ἀλεξάνδρου τριακόντορον.
ἦν μὲν γὰρ
ἣν δὴ καὶ τοὺς σὺν Νεάρχῳ ἀπὸ τῆς Ἰνδικῆς πλέοντας, πρὶν ἐπικάμψαι ἐς τὸν κόλπον τὸν Περσικόν, οὐ πόρρω ἀνατείνουσαν ἰδεῖν τε καὶ παρʼ ὀλίγον ἐλθεῖν διαβαλεῖν ἐς αὐτήν, καὶ Ὀνησικρίτῳ τῷ κυβερνήτῃ ταύτῃ δοκοῦν· ἀλλὰ Νέαρχος λέγει ὅτι αὐτὸς διεκώλυσεν, ὡς ἐκπεριπλεύσας [*](Nearch fr. 28) τὸν κόλπον τὸν Περσικὸν ἔχοι ἀπαγγεῖλαι Ἀλεξάνδρῳ ἐφʼ οἷστισι πρὸς αὐτοῦ ἐστάλη·
οὐ γὰρ ἐπὶ τῷ πλεῦσαι τὴν μεγάλην θάλασσαν ἐστάλθαι, ἀλλʼ ἐπὶ τῷ καταμαθεῖν τὴν χώραν τὴν προσεχῆ τῇ θαλάσσῃ καὶ τοὺς κατοικοῦντας αὐτὴν ἀνθρώπους, ὅρμους τε ἐν αὐτῇ καὶ ὕδατα καὶ τὰ νόμαια τῶν ἀνδρῶν καὶ εἴ τις ἀγαθὴ καρποὺς ἐκφέρειν ἢ εἴ τις κακή· καὶ οὖν καὶ τοῦτο αἴτιον γενέσθαι ἀποσωθῆναι Ἀλεξάνδρῳ τὸν στρατόν· οὐ γὰρ ἂν σωθῆναι πλεύσαντας ὑπὲρ τῆς Ἀραβίας τὰ ἔρημα, ἐφʼ ὅτῳ καὶ ὁ Ἱέρων ἐπιστρέψαι ὀπίσω λέγεται. ἐν ᾧ δὲ αὐτῷ ἐναυπηγοῦντο μὲν αἱ τριήρεις, ὁ
λιμὴν δὲ πρὸς Βαβυλῶνι ὠρύσσετο, ἐκπλεῖ ἐκ Βαβυλῶνος κατὰ τὸν Εὐφράτην ὡς ἐπὶ τὸν Πολλακόπαν καλούμενον ποταμόν. ἀπέχει δὲ οὗτος τῆς Βαβυλῶνος σταδίους ὅσον ὀκτακοσίους, καὶ ἔστι διῶρυξ αὕτη [ὁ Πολλακόπας] ἐκ τοῦ Εὐφράτου, οὐχὶ δὲ ἐκ πηγῶν τις ἀνίσχων ποταμός.
ὁ γὰρ Εὐφράτης ποταμὸς ῥέων ἐκ τῶν Ἀρμενίων