Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
προσέταξε δὲ παρὰ τῇ ὄχθῃ τοῦ ποταμοῦ ἰόντας, εἴ τισι περιτυγχάνοιεν τῶν ἐς τὰς ὕλας ξυμπεφευγότων, αἳ δὴ πολλαὶ πρὸς τῇ ὄχθῃ τοῦ ποταμοῦ ἦσαν, τούτους κτείνειν, ὅσοι μὴ ἐθελονταὶ σφᾶς
αὐτὸς δὲ ἦγεν ἐπὶ τὴν μεγίστην τῶν Μαλλῶν πόλιν, ἵνα καὶ ἐκ τῶν ἄλλων πόλεων πολλοὺς ξυμπεφευγέναι αὐτῷ ἐξηγγέλλετο. ἀλλὰ καὶ ταύτην ἐξέλιπον οἱ Ἰνδοὶ ὡς προσάγοντα Ἀλέξανδρον ἔμαθον. διαβάντες δὲ τὸν Ὑδραώτην ποταμὸν ἐπὶ τοῖς ὄχθαις αὐτοῦ, ὅτι ὑψηλαὶ αἱ ὄχθαι ἦσαν, παρατεταγμένοι ἔμενον, ὡς εἴρξοντες τοῦ πόρου Ἀλέξανδρον.
καὶ ταῦτα ὡς ἤκουσεν, ἀναλαβὼν τὴν ἵππον τὴν ἅμα αὐτῷ πᾶσαν ᾔει ὡς ἐπὶ τὸν Ὑδραώτην, ἵναπερ παρατετάχθαι τοὺς Μαλλοὺς ἐξηγγέλλετο. οἱ δὲ πεζοὶ ἕπεσθαι αὐτῷ ἐτάχθησαν. ὡς δὲ ἀφίκετό τε ἐπʼ αὐτὸν καὶ ἐν τῷ πέραν τοὺς πολεμίους τεταγμένους κατεῖδεν, ὡς εἶχεν ἐκ τῆς ὁδοῦ ἐμβάλλει ἐς τὸν πόρον ξὺν τῇ ἵππῳ μόνῃ.
οἱ δὲ ἰδόντες ἐν μέσῳ τοῦ ποταμοῦ ὄντα ἤδη Ἀλέξανδρον κατὰ σπουδὴν μέν, ξυντεταγμένοι δὲ ὅμως ἀπεχώρουν ἀπὸ τῆς ὄχθης· καὶ Ἀλέξανδρος ξὺν μόνῃ τῇ ἵππῳ εἵπετο. ὡς δὲ κατεῖδον ἱππέας μόνους, ἐπιστρέψαντες οἱ Ἰνδοὶ καρτερῶς ἐμάχοντο πλῆθος ὄντες ἐς πέντε μυριάδας. καὶ Ἀλέξανδρος ὡς τήν τε φάλαγγα αὐτῶν πυκνὴν κατεῖδε καὶ αὐτῷ οἱ πεζοὶ ἀπῆσαν, προσβολὰς μὲν ἐποιεῖτο ἐς κύκλους παριππεύων, ἐς χεῖρας δὲ οὐκ ᾔει τοῖς Ἰνδοῖς.
καὶ ἐν τούτῳ παραγίγνονται αὐτῷ οἵ τε Ἀγριᾶνες καὶ ἄλλαι τάξεις τῶν ψιλῶν, ἃς δὴ ἐπιλέκτους ἅμα οἷ ἦγε, καὶ οἱ τοξόται· οὐ πόρρω δὲ οὐδὲ ἡ φάλαγξ ἐφαίνετο τῶν πεζῶν. καὶ οἱ Ἰνδοὶ ὁμοῦ σφισι πάντων τῶν δεινῶν προσκειμένων ἀποστρέψαντες ἤδη προτροπάδην ἔφευγον ἐς πόλιν ὀχυρωτάτην τῶν πλησίον.
καὶ Ἀλέξανδρος ἑπόμενός τε αὐτοῖς πολλοὺς ἔκτεινε καὶ ὡς ἐς τὴν πόλιν οἱ
τῇ δὲ ὑστεραίᾳ διχῇ διελὼν τὸν στρατὸν τοῦ μὲν ἑτέρου αὐτὸς ἡγούμενος προσέβαλλε τῷ τείχει, τὸ δὲ ἕτερον Περδίκκας προσῆγε. καὶ ἐν τούτῳ οὐ δεξάμενοι οἱ Ἰνδοὶ τῶν Μακεδόνων τὴν ὁρμὴν τὰ μὲν τείχη τῆς πόλεως λείπουσιν, αὐτί δὲ ἐς τὴν ἄκραν ξυνέφευγον. Ἀλέξανδρος μὲν οὖν καὶ οἱ ἀμφʼ αὐτὸν πυλίδα τινὰ κατασχίσαντες παρῆλθον ἐς τὴν πόλιν πολὺ πρὸ τῶν ἄλλων·