Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

ὡς δὲ ἀφίκετο Ἀλέξανδρος ἐς χῶρόν τινα τῆς Γαδρωσίας ἵνα ἀφθονώτερος ἦν σῖτος, διανέμει ἐς τὰ ὑποζύγια τὸν καταληφθέντα καὶ τοῦτον σημηνάμενος τῇ ἑαυτοῦ σφραγῖδι κατακομίζεσθαι κελεύει ὡς ἐπὶ θάλασσαν. ἐν ᾧ δὲ ᾔει ὡς ἐπὶ τὸν σταθμόν, ἔνθενπερ ἐγγυτάτω ἦν ἡ θάλασσα, ἐν τούτῳ ὀλίγα φροντίσαντες οἱ στρατιῶται τῆς σφραγῖδος αὐτοί τε οἱ φύλακες τῷ σίτῳ ἐχρήσαντο καὶ ὅσοι μάλιστα λιμῷ ἐπιέζοντο καὶ τούτοις μετέδωκαν.

ἐς τοσόνδε γὰρ πρὸς τοῦ κακοῦ ἐνικῶντο, ὡς τὸν πρόδηλον καὶ παρόντα ἤδη ὄλεθρον τοῦ ἀφανοῦς τε καὶ πρόσω ἔτι ὄντος ἐκ τοῦ βασιλέως κινδύνου ξὺν λογισμῷ ἔδοξέ σφισιν ἔμπροσθεν ποιήσασθαι. καὶ Ἀλέξανδρος καταμαθὼν τὴν ἀνάγκην

p.277
ξυνέγνω τοῖς πράξασιν. αὐτὸς δέ, ὅσα ἐκ τῆς χώρας ἐπιδραμὼν ξυναγαγεῖν ἠδυνήθη εἰς ἐπισιτισμὸν τῇ στρατιᾷ τῇ περιπλεούσῃ ξὺν τῷ στόλῳ, ταῦτα κομίσοντα πέμπει Κρηθέα τὸν Καλλατιανόν.

καὶ τοῖς ἐγχωρίοις προσετάχθη ἐκ τῶν ἄνω τόπων σῖτόν τε ὅσον δυνατοὶ ἦσαν κατακομίσαι ἀλέσαντας καὶ τὰς βαλάνους τὰς τῶν φοινίκων καὶ πρόβατα ἐς ἀγορὰν τῷ στρατῷ. καὶ ἐς ἄλλον αὖ τόπον Τήλεφον κατέπεμψε τῶν ἑταίρων σὺν σίτῳ οὐ πολλῷ ἀληλεσμένῳ. αὐτὸς δὲ προὐχώρει ὡς ἐς τὰ βασίλεια τῶν Γαδρωσῶν,

ὁ δὲ χῶρος Ποῦρα ὀνομάζεται, ἵναπερ ἀφίκετο ἐξ Ὤρων ὁρμηθεὶς ἐν ἡμέραις ταῖς πάσαις ἑξήκοντα. καὶ λέγουσιν οἱ πολλοὶ τῶν ξυγγραψάντων τὰ ἀμφʼ Ἀλέξανδρον οὐδὲ τὰ ξύμπαντα ὅσα ἐταλαιπώρησεν αὐτῷ κατὰ τὴν Ἀσίαν ἡ στρατιὰ ξυμβληθῆναι ἄξια εἶναι τοῖς τῇδε πονηθεῖσι πόνοις.

οὐ μὴν ἀγνοήσαντα Ἀλέξανδρον τῆς ὁδοῦ τὴν χαλεπότητα ταύτῃ ἐλθεῖν, τοῦτο μὲν μόνος Νέαρχος λέγει ὧδε, ἀλλὰ ἀκούσαντα [*](Nearch. fr. 23) γὰρ ὅτι οὔπω τις πρόσθεν διελθὼν ταύτῃ ξὺν στρατιᾷ ἀπεσώθη, ὅτι μὴ Σεμίραμις ἐξ Ἰνδῶν ἔφυγε. καὶ ταύτην δὲ ἔλεγον οἱ ἐπιχώριοι σὺν εἴκοσι μόνοις τῆς στρατιᾶς ἀποσωθῆναι, Κῦρον δὲ τὸν Καμβύσου σὺν ἑπτὰ μόνοις καὶ τοῦτον.

ἐλθεῖν γὰρ δὴ καὶ Κῦρον ἐς τοὺς χώρους τούτους ὡς ἐσβαλοῦντα ἐς τὴν Ἰνδῶν γῆν, φθάσαι δὲ ὑπὸ τῆς ἐρημίας τε καὶ ἀπορίας τῆς ὁδοῦ ταύτης ἀπολέσαντα τὴν πολλὴν τῆς στρατιᾶς. καὶ ταῦτα Ἀλεξάνδρῳ ἐξαγγελλόμενα ἔριν ἐμβαλεῖν πρὸς Κῦρον καὶ Σεμίραμιν. τούτων τε οὖν ἕνεκα καὶ ἅμα ὡς τῷ ναυτικῷ ἐγγύθεν ἐκπορίζεσθαι τὰ ἀναγκαῖα, λέγει Νέαρχος ταύτην τραπῆναι Ἀλέξανδρον.

τό τε οὖν καῦμα ἐπιφλέγον καὶ τοῦ ὕδατος τὴν ἀπορίαν

p.278
πολλὴν τῆς στρατιᾶς διαφθεῖραι καὶ μάλιστα δὴ τὰ ὑποζύγια· ταῦτα μὲν πρὸς τοῦ βάθους τε τῆς ψάμμου καὶ τῆς θέρμης, ὅτι κεκαυμένη ἦν, τὰ πολλὰ δὲ καὶ δίψει ἀπόλλυσθαι· καὶ γὰρ καὶ γηλόφοις ἐπιτυγχάνειν ὑψηλοῖς ψάμμου βαθείας, οὐ νεναγμένης, ἀλλʼ οἵας δέχεσθαι καθάπερ ἐς πηλὸν ἢ ἔτι μᾶλλον ἐς χιόνα ἀπάτητον ἐπιβαίνοντας.

καὶ ἅμα ἐν ταῖς προσβάσεσί τε καὶ καταβαίνοντας τούς τε ἵππους καὶ τοὺς ἡμιόνους ἔτι μᾶλλον κακοπαθεῖν τῷ ἀνωμάλῳ τῆς ὁδοῦ καὶ ἅμα οὐ βεβαίῳ, τῶν τε σταθμῶν τὰ μήκη πιέσαι οὐχ ἥκιστα τὴν στρατιάν· ἀπορία γὰρ ὕδατος οὐ ξύμμετρος οὖσα μᾶλλόν τι ἦγε πρὸς ἀνάγκην τὰς πορείας ποιεῖσθαι.

ὁπότε μὲν δὴ τῆς νυκτὸς ἐπελθόντες τὴν ὁδὸν ἥντινα ἀνύσαι ἐχρῆν ἕωθεν πρὸς ὕδωρ ἔλθοιεν, οὐ πάντῃ ἐταλαιπωροῦντο· προχωρούσης δὲ τῆς ἡμέρας ὑπὸ μήκους τῆς ὁδοῦ, εἰ ὁδοιποροῦντες ἔτι ἐγκαταληφθεῖεν, ἐνταῦθα ἂν ἐταλαιπώρουν πρὸς τοῦ καύματός τε καὶ ἅμα δίψει ἀπαύστῳ συνεχόμενοι.

τῶν δὲ δὴ ὑποζυγίων πολὺς ὁ φθόρος καὶ ἑκούσιος τῇ στρατιᾷ ἐγίγνετο· ξυνιόντες γάρ, ὁπότε ἐπιλίποι σφᾶς τὰ σιτία, καὶ τῶν ἵππων τοὺς πολλοὺς ἀποσφάζοντες καὶ τῶν ἡμιόνων τὰ κρέα ἐσιτοῦντο καὶ ἔλεγον δίψει ἀποθανεῖν αὐτοὺς ἢ ὑπὸ καμάτου ἐκλιπόντας· καὶ ὁ τὴν ἀτρέκειαν τοῦ ἔργου ἐξελέγξων ὑπό τε τοῦ πόνου οὐδεὶς ἦν καὶ ὅτι ξύμπαντες τὰ αὐτὰ ἡμάρτανον.

καὶ Ἀλέξανδρον μὲν οὐκ ἐλελήθει τὰ γιγνόμενα, ἴασιν δὲ τῶν παρόντων ἑώρα τὴν τῆς ἀγνοίας προσποίησιν μᾶλλόν τι ἢ τὴν ὡς γιγνωσκομένων ἐπιχώρησιν. οὔκουν οὐδὲ τοὺς νόσῳ κάμνοντας τῆς στρατιᾶς οὐδὲ τοὺς διὰ κάματον ὑπολειπομένους ἐν ταῖς ὁδοῖς ἄγειν ἔτι ἦν εὐμαρῶς ἀπορίᾳ τε τῶν ὑποζυγίων καὶ ὅτι τὰς

p.279
ἁμάξας αὐτοὶ κατέκοπτον, ἀπόρους οὔσας αὐτοῖς ὑπὸ βάθους τῆς ψάμμου ἄγεσθαι καὶ ὅτι ἐν τοῖς πρώτοις σταθμοῖς διὰ ταῦτα ἐξηναγκάζοντο οὐ τὰς βραχυτάτας ἰέναι τῶν ὁδῶν, ἀλλὰ τὰς εὐπορωτάτας τοῖς ζεύγεσι.