Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
ἐν δὲ τῷ κατάπλῳ ἀφίκετο τῆς ἐκβολῆς τοῦ ποταμοῦ ἐς λίμνην μεγάλην, ἥντινα ἀναχεόμενος ὁ ποταμός, τυχὸν δὲ καὶ ἐκ τῶν πέριξ ὑδάτων ἐμβαλλόντων ἐς αὐτήν, μεγάλην τε ποιεῖ καὶ κόλπῳ θαλάσσης μάλιστα ἐοικυῖαν· καὶ γὰρ ἰχθύες ἤδη ἐν αὐτῇ τῶν ἀπὸ θαλάσσης ἐφαίνοντο, μείζονες τῶν ἐν τῇδε τῇ ἡμετέρᾳ θαλάσσῃ. προσορμισθεὶς οὖν κατὰ τὴν λίμνην ἵναπερ οἱ καθηγεμόνες ἐξηγοῦντο, τῶν μὲν στρατιωτῶν τοὺς πολλοὺς καταλείπει σὺν Λεοννάτῳ
αὐτὸς δὲ ταῖς τριακοντόροις τε καὶ ἡμιολίαις ὑπερβαλὼν τὴν ἐκβολὴν τοῦ Ἰνδοῦ καὶ προελθὼν καὶ ταύτῃ ἐς τὴν θάλασσαν εὐπορωτέραν τε κατέμαθεν τὴν ἐπὶ τάδε τοῦ Ἰνδοῦ ἐκβολὴν καὶ αὐτὸς προσορμισθεὶς τῷ αἰγιαλῷ καὶ τῶν ἱππέων τινὰς ἅμα οἷ ἔχων παρὰ θάλασσαν ᾔει σταθμοὺς τρεῖς, τὴν τε χώραν ὁποία τίς ἐστιν ἡ ἐν τῷ παράπλῳ ἐπισκεπτόμενος καὶ φρέατα ὀρύσσεσθαι κελεύων, ὅπως ἔχοιεν ὑδρεύεσθαι οἱ πλέοντες.
αὐτὸς μὲν δὴ ἐπανελθὼν ἐπὶ τὰς ναῦς ἀνέπλει ἐς τὰ Πάταλα· μέρος δέ τι τῆς στρατιᾶς τὰ αὐτὰ ταῦτα ἐργασομένους κατὰ τὴν παραλίαν ἔπεμψεν, ἐπανιέναι καὶ τούτοις προστάξας ἐς τὰ Πάταλα. αὖθις δὲ ὡς ἐπὶ τὴν λίμνην καταπλεύσας ἄλλον ναύσταθμον καὶ ἄλλους νεωσοίκους ἐνταῦθα κατεσκεύασε, καὶ φυλακὴν καταλιπὼν τῷ χωρίῳ σῖτόν τε ὅσον καὶ ἐς τέτταρας μῆνας ἐξαρκέσαι τῇ στρατιᾷ ἐσηγάγετο καὶ τἆλλʼ ὅσα [ἐν] τῷ παράπλῳ παρεσκεύαζεν.
ἦν δὲ ἐν μὲν τῷ τότε ἄπορος ἡ ὥρα ἐς τὸν πλοῦν· οἱ γὰρ ἐτησίαι ἄνεμοι κατεῖχον, οἳ δὴ τῇ ὥρᾳ ἐκείνῃ οὐ καθάπερ παρʼ ἡμῖν ἀπʼ ἄρκτου, ἀλλʼ ἀπὸ τῆς μεγάλης θαλάσσης κατὰ νότον μάλιστα ἄνεμον ἵστανται.
ἀπὸ δὲ τοῦ χειμῶνος τῆς ἀρχῆς τὸ ἀπὸ Πλειάδων δύσεως ἔστε ἐπὶ τροπάς, ἃς ἐν χειμῶνι ὁ ἥλιος ἐπιστρέφει, πλόϊμα εἶναι ταύτῃ ἐξηγγέλλετο. τότε γὰρ κατὰ γῆν μᾶλλον οἷα δὴ πολλῷ ὕδατι ἐξ οὐρανοῦ βεβρεγμένην αὔρας ἵστασθαι μαλθακὰς καὶ ἐς τὸν παράπλουν ταῖς τε κώπαις καὶ τοῖς ἱστίοις ξυμμέτρους.
Νέαρχος μὲν δὴ ἐπιταχθεὶς τῷ ναυτικῷ προσέμενε τὴν ὥραν τοῦ παράπλου, αὐτὸς δὲ ἄρας ἐκ Πατάλων ἔστε μὲν ἐπὶ τὸν ποταμὸν τὸν Ἀράβιον ξὺν τῇ στρατιᾶ