Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
Φιλίππῳ δὲ τῷ σατράπῃ τῆς ἐπέκεινα τοῦ Ἰνδοῦ ὡς ἐπὶ Βακτρίους
ἦν δὲ τὸ ξύμπαν πλῆθος τῶν νεῶν, ὡς λέγει [*](Ptolem. fr. 19a) Πτολεμαῖος ὁ Λάγου, ᾧ μάλιστα ἐγὼ ἕπομαι, τριακόντοροι μὲν ἐς ὀγδοήκοντα, τὰ δὲ πάντα πλοῖα σὺν τοῖς ἱππαγωγοῖς τε καὶ κερκούροις καὶ ὅσα ἄλλα ποτάμια ἢ τῶν πάλαι πλεόντων κατὰ τοὺς ποταμοὺς ἢ ἐν τῷ τότε ποιηθέντων οὐ πολὺ ἀποδέοντα τῶν δισχιλίων.
ὡς δὲ ξύμπαντα αὐτῷ παρεσκεύαστο, ὑπὸ τὴν ἕω ὁ μὲν στρατὸς ἐπέβαινε τῶν νεῶν, αὐτὸς δὲ ἔθυε τοῖς θεοῖς ὡς νόμος καὶ τῷ ποταμῷ τῷ Ὑδάσπῃ ὅπως οἱ μάντεις ἐξηγοῦντο. καὶ ἐπιβὰς τῆς νεὼς ἀπὸ τῆς πρώρας ἐκ χρυσῆς φιάλης ἔσπενδεν ἐς τὸν ποταμόν, τόν τε Ἀκεσίνην ξυνεπικαλούμενος τῷ Ὑδάσπῃ, ὅντινα μέγιστον αὖ τῶν ἄλλων ποταμῶν ξυμβάλλειν τῷ Ὑδάσπῃ ἐπέπυστο καὶ οὐ πόρρω αὐτῶν εἶναι τὰς ξυμβολάς, καὶ τὸν Ἰνδόν, ἐς ὅντινα ὁ Ἀκεσίνης ξὺν τῷ Ὑδάσπῃ ἐμβάλλει.
ἐπὶ δὲ Ἡρακλεῖ τε τῷ προπάτορι σπείσας καὶ Ἄμμωνι καὶ τοῖς ἄλλοις θεοῖς ὅσοις αὐτῷ νόμος σημῆναι ἐς ἀναγωγὴν κελεύει τῇ σάλπιγγι. ἅμα τε δὴ ἐσημάνθη καὶ ἀνήγοντο ἐν κόσμῳ. παρήγγελτο γὰρ ἐφʼ ὅσων τε τὰ σκευοφόρα πλοῖα ἐχρῆν τετάχθαι καὶ ἐφʼ ὅσων τὰ ἱππαγωγά, ἐφʼ ὅσων τε τὰς μαχίμους τῶν νεῶν, ὡς μὴ συμπίπτειν ἀλλήλαις κατὰ τὸν πόρον εἰκῇ πλεούσας· καὶ ταῖς ταχυναυτούσαις φθάνειν οὐκ
ἦν δὲ ὅ τε κτύπος τῆς εἰρεσίας οὐδενὶ ἄλλῳ ἐοικώς, ἅτε ἀπὸ πολλῶν νεῶν ἐν ταὐτῷ ἐρεσσομένων, καὶ βοὴ ἀπό τε τῶν κελευστῶν ἐνδιδόντων τὰς ἀρχάς τε καὶ ἀναπαύλας τῇ εἰρεσίᾳ καὶ τῶν ἐρετῶν ὁπότε ἀθρόοι ἐμπίπτοντες τῷ ῥοθίῳ ἐπαλαλάξειαν· αἵ τε ὄχθαι, ὑψηλότεραι τῶν νεῶν πολλαχῇ οὖσαι, ἐς στενόν τε τὴν βοὴν ξυνάγουσαι καὶ τῇ ξυναγωγῇ αὐτῇ ἐπὶ μέγα ηὐξημένην ἐς ἀλλήλας ἀντέπεμπον, καί που καὶ νάπαι ἑκατέρωθεν τοῦ ποταμοῦ τῇ τε ἐρημίᾳ καὶ τῇ ἀντιπέμψει τοῦ κτύπου καὶ αὗται ξυνεπελάμβανον·
οἵ τε ἵπποι διαφαινόμενοι διὰ τῶν ἱππαγωγῶν πλοίων, οὐ πρόσθεν ἵπποι ἐπὶ νεῶν ὀφθέντες ἐν τῇ Ἰνδῶν γῇ ʽκαὶ γὰρ καὶ τὸν Διονύσου ἐπʼ Ἰνδοὺς στόλον οὐκ ἐμέμνηντο γενέσθαι ναυτικόνʼ, ἔκπληξιν παρεῖχον τοῖς θεωμένοις τῶν βαρβάρων, ὥστε οἱ μὲν αὐτόθεν τῇ ἀναγωγῇ παραγενόμενοι ἐπὶ πολὺ ἐφωμάρτουν,
ἐς ὅσους δὲ τῶν ἤδη Ἀλεξάνδρῳ προσκεχωρηκότων Ἰνδῶν ἡ βοὴ τῶν ἐρετῶν ἢ ὁ κτύπος τῆς εἰρεσίας ἐξίκετο, καὶ οὗτοι ἐπὶ τῇ ὄχθῃ κατέθεον καὶ ξυνείποντο ἐπᾴδοντες βαρβαρικῶς. φιλῳδοὶ γάρ, εἴπερ τινὲς ἄλλοι, Ἰνδοὶ καὶ φιλορχήμονες ἀπὸ Διονύσου ἔτι καὶ τῶν ἅμα Διονύσῳ βακχευσάντων κατὰ τὴν Ἰνδῶν γῆν.
οὕτω δὴ πλέων τρίτῃ ἡμέρᾳ κατέσχεν, ἵναπερ Ἡφαιστίωνί τε καὶ Κρατερῷ κατὰ τὸ αὐτὸ στρατοπεδεύειν ἐπὶ ταῖς ἀντιπέρας ὄχθαις παρήγγελτο. μείνας δὲ ἐνταῦθα ἡμέρας δύο, ὡς καὶ Φίλιππος αὐτῷ ξὺν τῇ λοιπῇ στρατιᾷ ἀφίκετο, τοῦτον μὲν ἐπὶ τὸν Ἀκεσίνην ποταμὸν ἐκπέμπει ξὺν οἷς ἔχων ἧκε, τάξας παρὰ τοῦ Ἀκεσίνου ποταμοῦ τὴν ὄχθην πορεύεσθαι· τοὺς δὲ ἀμφὶ Κρατερόν τε καὶ Ἡφαιστίωνα αὖθις ἐκπέμπει,
αὐτὸς δὲ ἔπλει κατὰ τὸν Ὑδάσπην ποταμὸν οὐδαμοῦ μείονα ἐν τῷ κατάπλῳ εἴκοσι σταδίων τὸ εὖρος. προσορμιζόμενος δὲ ὅπῃ τύχοι ταῖς ὄχθαις τοὺς προσοικοῦντας τῷ Ὑδάσπῃ Ἰνδοὺς τοὺς μὲν ἐνδιδόντας σφᾶς ὁμολογίαις παρελάμβανεν, ἤδη δέ τινας καὶ ἐς ἀλκὴν χωρήσαντας βίᾳ κατεστρέψατο.