Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

περὶ δὲ τοῖς Πατάλοις σχίζεται τοῦ Ἰνδοῦ τὸ ὕδωρ ἐς δύο ποταμοὺς μεγάλους, καὶ οὗτοι ἀμφότεροι σώζουσι τοῦ Ἰνδοῦ τὸ ὄνομα ἔστε ἐπὶ τὴν θάλασσαν. ἐνταῦθα ναύσταθμόν τε καὶ νεωσοίκους ἐποίει Ἀλέξανδρος· ὡς δὲ προὐκεχωρήκει αὐτῷ τὰ ἔργα, ὁ δὲ καταπλεῖν ἐπενόει ἔστε ἐπὶ τὴν ἐκβολὴν τοῦ ἐν δεξιᾷ ῥέοντος ποταμοῦ ἐς τὴν θάλασσαν.

Λεοννάτον μὲν δὴ δοὺς αὐτῷ τῶν τε ἱππέων ἐς

p.269
χιλίους καὶ τῶν ὁπλιτῶν τε καὶ ψιλῶν ἐς ὀκτακισχιλίους κατὰ τὴν νῆσον τὰ Πάταλα ἐκπέμπει ἀντιπαράγειν τῷ στόλῳ, αὐτὸς δὲ τὰς μάλιστα τῶν νεῶν ταχυναυτούσας ἀναλαβὼν ὅσαι τε ἡμιόλιαι καὶ τὰς τριακοντόρους πάσας καὶ τῶν κερκούρων ἔστιν οὓς ἔπλει κατὰ τὸν ποταμὸν τὸν ἐν δεξιᾷ.

οὐκ ἔχοντι δὲ αὐτῷ ἡγεμόνα τοῦ πλοῦ, ὅτι πεφεύγεσαν οἱ ταύτῃ Ἰνδοί, ἀπορώτερα τὰ τοῦ κατάπλου ἦν· χειμών τε ἐπιγίγνεται ἐς τὴν ὑστεραίαν ἀπὸ τῆς ἀναγωγῆς καὶ ὁ ἄνεμος τῷ ῥόῳ πνέων ὑπεναντίος κοῖλόν τε ἐποίει τὸν ποταμὸν καὶ τὰ σκάφη διέσειεν, ὥστε ἐπόνησαν αὐτῷ αἱ πλεῖσται τῶν νεῶν, τῶν δὲ τριακοντόρων ἔστιν αἳ καὶ πάντῃ διελύθησαν. ἔφθησαν δὲ ἐποκείλαντες αὐτὰς πρὶν παντάπασιν διαπεσεῖν ἐν τῷ ὕδατι.

ἕτεραι οὖν ξυνεπήγνυντο. καὶ τῶν ψιλῶν τοὺς κουφοτάτους ἐκπέμψας ἐς τὴν προσωτέρω τῆς ὄχθης χώραν ξυλλαμβάνει τινὰς τῶν Ἰνδῶν, καὶ οὗτοι τὸ ἀπὸ τοῦδε ἐξηγοῦντο αὐτῷ τὸν πόρον. ὡς δὲ ἧκον ἵναπερ ἀναχεῖται ἐς εὖρος ὁ ποταμός, ὡς καὶ διακοσίους ταύτῃ σταδίους ἐπέχειν ᾗπερ εὐρύτατος αὐτὸς αὑτοῦ ἦν, τό τε πνεῦμα κατῄει μέγα ἀπὸ τῆς ἔξω θαλάσσης καὶ αἱ κῶπαι ἐν κλύδωνι χαλεπῶς ἀνεφέροντο, ξυμφεύγουσιν αὖ ἐς διώρυχα, ἐς ἥντινα οἱ ἡγεμόνες αὐτῷ καθηγήσαντο. ἐνταῦθα ὁρμισάντων τὸ πάθημα ἐπιγίγνεται τῆς

μεγάλης θαλάσσης ἡ ἄμπωτις, ὥστε ἐπὶ ξηροῦ ἀπελήφθησαν αὐτοῖς αἱ νῆες. καὶ τοῦτο οὔπω πρότερον ἐγνωκόσι τοῖς ἀμφʼ Ἀλέξανδρον ἔκπληξιν μὲν καὶ αὐτὸ οὐ σμικρὰν παρέσχε, πολὺ δὲ δὴ ἔτι μείζονα, ὁπότε διελθούσης τῆς ὥρας προσῄει τε τὸ ὕδωρ καὶ τὰ σκάφη ἐμετεωρίζοντο.

ὅσας μὲν δὴ τῶν νεῶν

p.270
ἐν τῷ πηλῷ ἑδραίας κατέλαβεν, αὗται δὲ ἀβλαβῶς τε ἐμετεωρίσθησαν καὶ οὐδὲν χαλεπὸν παθοῦσαι ἔπλεον αὖθις· ὅσαι δὲ ἐν ξηροτέρᾳ τε τῇ γῇ καὶ οὐ βεβαίως τὴν στάσιν ἔχουσαι ὑπελείφθησαν, αὗται δὲ ἀθρόου ἐπελθόντος τοῦ κύματος αἱ μὲν αὐτῶν ἐμπεσοῦσαι ἐς ἀλλήλας, αἱ δὲ πρὸς τῇ γῇ ἀρ[ρ]αχθεῖσαι συνετρίβησαν.

ταύτας τε οὖν ἐπεσκεύασεν Ἀλέξανδρος ἐκ τῶν παρόντων καὶ ἐν κερκούροιν δυοῖν προπέμπει κατὰ τὸν ποταμὸν τοὺς κατασκεψομένους τὴν νῆσον, ἐς ἥντινα οἱ ἐπιχώριοι ἔφασκον ὁρμιστέα εἶναι αὐτῷ κατὰ τὸν πλοῦν τὸν ἐς τὴν θάλασσαν· Κίλλουτα δὲ τῇ νήσῳ τὸ ὄνομα ἔλεγον. ὡς δὲ ἐξηγγέλθη ὅτι ὅρμοι τε ἐν τῇ νήσῳ εἰσὶ καὶ αὐτὴ μεγάλη καὶ ὕδωρ ἔχουσα, ὁ μὲν ἄλλος αὐτῷ στόλος ἐς τὴν νῆσον κατέσχεν, αὐτὸς δὲ ταῖς ἄριστα πλεούσαις τῶν νεῶν ἐπέκεινα προὐχώρει, ὡς ἀπιδεῖν τοῦ ποταμοῦ τὴν ἐκβολὴν τὴν ἐς τὴν θάλασσαν, εἰ παρέχει τὸν ἔκπλουν εὔπορον.

προελθόντες δὲ ἀπὸ τῆς νήσου σταδίους ὅσον διακοσίους ἀφορῶσιν ἄλλην νῆσον, ταύτην ἤδη ἐν τῇ θαλάσσῃ. τότε μὲν δὴ ἐπανῆλθον ἐς τὴν ἐν τῷ ποταμῷ νῆσον, καὶ πρὸς τοῖς ἄκροις αὐτῆς καθορμισθεὶς θύει τοῖς θεοῖς Ἀλέξανδρος ὅσοις ἔφασκεν ὅτι παρὰ τοῦ Ἄμμωνος ἐπηγγελμένον ἦν θῦσαι αὐτῷ. ἐς δὲ τὴν ὑστεραίαν κατέπλει ὡς ἐπὶ τὴν ἄλλην τὴν ἐν τῷ πόντῳ νῆσον, καὶ προσχὼν καὶ ταύτῃ ἔθυε καὶ ἐνταῦθα ἄλλας αὖ θυσίας ἄλλοις τε θεοῖς καὶ ἄλλῳ τρόπῳ· καὶ ταύτας δὲ κατʼ ἐπιθεσπισμὸν θύειν ἔφασκε τοῦ Ἄμμωνος.