Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

ἔνθα δὴ διαβιβάσας Κρατερόν τε καὶ τῆς στρατιᾶς τὴν πολλὴν καὶ τοὺς ἐλέφαντας ἐπʼ ἀριστερὰ τοῦ Ἰνδοῦ ποταμοῦ, ὅτι εὐπορώτερά τε ταύτῃ τὰ παρὰ τὸν ποταμὸν στρατιᾷ βαρείᾳ ἐφαίνετο καὶ τὰ ἔθνη τὰ

p.265
προσοικοῦντα οὐ πάντῃ φίλια ἦν, αὐτὸς κατέπλει ἐς τῶν Σόγδων τὸ βασίλειον. καὶ ἐνταῦθα πόλιν τε ἐτείχιζεν ἄλλην καὶ νεωσοίκους ἐποίει ἄλλους καὶ τὰ πλοῖα αὐτῷ τὰ πεπονηκότα ἐπεσκευάσθη. τῆς δὲ ἀπὸ τῶν ξυμβολῶν τοῦ τε Ἰνδοῦ καὶ Ἀκεσίνου χώρας ἔστε ἐπὶ θάλασσαν σατράπην ἀπέδεξε[ν Ὀξυάρτην καὶ] Πείθωνα ξὺν τῇ παραλίᾳ πάσῃ τῆς Ἰνδῶν γῆς.

καὶ Κρατερὸν μὲν ἐκπέμπει αὖθις ξὺν τῇ στρατιᾷ [διὰ τῆς Ἀραχωτῶν καὶ Δραγγῶν γῆς], αὐτὸς δὲ κατέπλει ἐς τὴν Μουσικανοῦ ἐπικράτειαν, ἥντινα εὐδαιμονεστάτην τῆς Ἰνδῶν γῆς εἶναι ἐξηγγέλλετο, ὅτι οὔπω οὔτε ἀπηντήκει αὐτῷ Μουσικανὸς ἐνδιδοὺς αὑτόν τε καὶ τὴν χώραν οὔτε πρέσβεις ἐπὶ φιλίᾳ ἐκπέμπει, οὐδέ τι οὔτε αὐτὸς ἐπεπόμφει ἃ δὴ μεγάλῳ βασιλεῖ εἰκός, οὔτε τι ᾐτήκει ἐξ Ἀλεξάνδρου.

καὶ γίγνεται αὐτῷ ὁ πλοῦς κατὰ τὸν ποταμὸν ἐς τοσόνδε ἐσπουδασμένος ὥστε ἔφθη ἐπὶ τοῖς ὁρίοις γενέσθαι τῆς Μουσικανοῦ χώρας, πρὶν πυθέσθαι Μουσικανὸν ὅτι ὥρμηται ὡς ἐπʼ αὐτὸν Ἀλέξανδρος. οὕτω δὴ ἐκπλαγεὶς κατὰ τάχος ἀπήντα Ἀλεξάνδρῳ, δῶρά τε τὰ πλείστου ἄξια παρʼ Ἰνδοῖς κομίζων καὶ τοὺς ἐλέφαντας ξύμπαντας ἄγων καὶ τὸ ἔθνος τε καὶ αὑτὸν ἐνδιδοὺς καὶ ὁμολογῶν ἀδικεῖν, ὅπερ μέγιστον παρʼ Ἀλεξάνδρῳ ἦν ἐς τὸ τυχεῖν ὧν τις δέοιτο.

καὶ οὖν καὶ Μουσικανῷ ἐπὶ τοῖσδε ἄδεια ἐδόθη ἐξ Ἀλεξάνδρου, καὶ τὴν πόλιν ἐθαύμασεν Ἀλέξανδρος καὶ τὴν χώραν, καὶ ἄρχειν αὐτῆς Μουσικανῷ ἔδωκεν· κρατερὸς δὲ ἐν τῇ πόλει ἐτάχθη τὴν ἄκραν ἐκτειχίσαι· καὶ παρόντος ἔτι ἐτειχίσθη Ἀλεξάνδρου καὶ φυλακὴ κατεστάθη, ὅτι ἐπιτήδειον αὐτῷ ἐφάνη τὸ χωρίον ἐς τὸ κατεχεσθαι τα κύκλῳ ἔθνη φυλαττόμενα.

p.266

ἔνθεν δὲ ἀναλαβὼν τούς τε τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν ἵππον τὴν ἅμα οἷ πλέουσαν ἐξελαύνει ἐπὶ τὸν νομάρχην τῆς ταύτῃ γῆς, ὄνομα δὲ ἦν Ὀξικανός, ὅτι μήτε αὐτὸς ἀφῖκτο μήτε πρέσβεις παρʼ αὐτοῦ ἧκον ἐνδιδόντες αὐτόν τε καὶ τὴν χώραν.

δύο μὲν δὴ τὰς μεγίστας πόλεις τῶν ὑπὸ τῷ Ὀξικανῷ ἐξ ἐφόδου κατὰ κράτος ἔλαβεν, ἐν δὲ τῇ ἑτέρᾳ τούτων καὶ αὐτὸς Ὀξικανὸς ἑάλω. ὁ δὲ τὴν μὲν λείαν τῇ στρατιᾷ δίδωσι, τοὺς ἐλέφαντας δὲ ἅμα οἷ ἦγε· καὶ αἱ ἄλλαι δὲ πόλεις αὐτῷ αἱ ἐν τῇ αὐτῇ χώρᾳ ἐνεδίδοντο ἐπιόντι οὐδέ τις ἐτρέπετο ἐς ἀλκήν· οὕτω καὶ Ἰνδοὶ πάντες ἐδεδούλωντο ἤδη τῇ γνώμῃ πρὸς Ἀλεξάνδρου τε καὶ τῆς Ἀλεξάνδρου τύχης.

ὁ δὲ ἐπὶ Σάμβον αὖ ἦγε τῶν ὀρείων Ἰνδῶν σατράπην ὑπʼ αὐτοῦ κατασταθέντα, ὃς πεφευγέναι αὐτῷ ἐξηγγέλλετο ὅτι Μουσικανὸν ἀφειμένον πρὸς Ἀλεξάνδρου ἐπύθετο καὶ τῆς χώρας τῆς ἑαυτοῦ ἄρχοντα· τὰ γὰρ πρὸς Μουσικανὸν αὐτῷ πολέμια ἦν.

ὡς δὲ ἐπέλαζεν ἤδη τῇ πόλει Ἀλέξανδρος, ἥντινα μητρόπολιν εἶχεν ἡ τοῦ Σάμβου χώρα, ὄνομα δὲ ἦν τῇ πόλει Σινδίμανα, αἵ τε πύλαι αὐτῷ ἀνοίγονται προσάγοντι καὶ οἱ οἰκεῖοι οἱ τοῦ Σάμβου τά τε χρήματα ἀπηρίθμησαν καὶ τοὺς ἐλέφαντας μετὰ σφῶν ἄγοντες ἀπήντων· οὐ γὰρ δὴ Ἀλεξάνδρῳ γε πολεμίως ἔχοντα Σάμβον φυγεῖν, ἀλλὰ Μουσικανοῦ τὴν ἄφεσιν δείσαντα.