Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

ὁ δὲ πρῶτος ἀνελθὼν ἐνρίπτει αὑτὸν κατὰ τοῦ τείχους ἐς τὴν πόλιν, ἵναπερ τὸν βασιλέα ἑώρων κείμενον, ξὺν οἰμωγῇ

p.258
καὶ ἀλαλαγμῷ πάντες. ἤδη τε ἀμφʼ αὐτῷ πεπτωκότι καρτερὰ μάχη ξυνειστήκει ἄλλου ἐπʼ ἄλλῳ τῶν Μακεδόνων προασπίζοντος, καὶ ἐν τούτῳ οἱ μὲν τὸν μοχλὸν ὅτῳ εἴχετο ἡ κατὰ τὸ μεταπύργιον πύλη κατασχίσαντες ἐπʼ ὀλίγους παρῄεσαν, οἱ δὲ καθʼ ὅ τι ἡ πύλη διέσχε τοὺς ὤμους ὑποθέντες καὶ ὤσαντες ἐς τὸ ἔσω τὸ τεῖχος ἀνεπέτασαν ταύτῃ τὴν ἄκραν.

ἐν τούτῳ δὲ οἱ μὲν ἔκτεινον τοὺς Ἰνδούς, καὶ ἀπέκτεινάν γε πάντας οὐδὲ γυναῖκα ἢ παῖδα ὑπελείποντο, οἱ δὲ ἐξέφερον τὸν βασιλέα ἐπὶ τῆς ἀσπίδος κακῶς ἔχοντα, οὔπω γιγνώσκοντες βιώσιμον ὄντα. τὸ δὲ βέλος ἐξελκύσαι ἐκ τοῦ τραύματος ἐπιτεμόντα τὴν πληγὴν οἱ μὲν Κριτόδημον ἀνέγραψαν, ἰατρὸν Κῶον, τὸ γένος τῶν Ἀσκληπιαδῶν, οἱ δὲ Περδίκκαν τὸν σωματοφύλακα, οὐ παρόντος ἐν τῷ δεινῷ ἰατροῦ, ἐγκελευσαμένου Ἀλεξάνδρου τῷ ξίφει ἐπιτεμεῖν τὴν πληγὴν καὶ κομίσασθαι τὸ βέλος.

ἐν δὲ τῇ κομιδῇ φορὰ αἵματος πολλοῦ γίγνεται, ὥστε λειποψυχῆσαι αὖθις Ἀλέξανδρον καὶ οὕτω σχεθῆναι αὐτῷ τὸ αἷμα ὑπὸ τῇ λειποψυχίᾳ. πολλὰ δὲ καὶ ἄλλα ἀναγέγραπται τοῖς ξυγγραφεῦσιν ὑπὲρ τοῦ παθήματος, καὶ ἡ φήμη παραδεξαμένη αὐτὰ κατὰ τοὺς πρώτους ψευσαμένους ἔτι καὶ εἰς ἡμᾶς διασώζει, οὐδὲ ἀφήσει παραδιδοῦσα καὶ ἐφεξῆς ἄλλοις τὰ ψευδῆ, εἰ μὴ ὑπὸ τῆσδε τῆς ξυγγραφῆς παύσεται.