Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
ἄρας δʼ ἐκ τῆς πέτρας ἐς τὴν Ἀσσακηνῶν χώραν ἐμβάλλει. τὸν γὰρ ἀδελφὸν τὸν Ἀσσακάνου ἐξηγγέλλετο τούς τε ἐλέφαντας ἔχοντα καὶ τῶν προσχώρων βαρβάρων πολλοὺς ξυμπεφευγέναι ἐς τὰ ταύτῃ ὄρη. καὶ ἀφικόμενος ἐς Δύρτα πόλιν τῶν μὲν ἐνοικούντων οὐδένα καταλαμβάνει οὐδὲ ἐν τῇ χώρᾳ τῇ πρὸς τῇ πόλει· ἐς δὲ τὴν ὑστεραίαν Νέαρχόν τε καὶ Ἀντίοχον τοὺς χιλιάρχους τῶν ὑπασπιστῶν ἐκπέμπει·
καὶ Νεάρχῳ μὲν τοὺς Ἀγριᾶνας τοὺς ψιλοὺς ἄγειν ἔδωκεν, Ἀντιόχῳ δὲ τήν τε αὑτοῦ χιλιαρχίαν καὶ δύο ἐπὶ ταύτῃ ἄλλας. ἐστέλλοντο δὲ τά τε χωρία κατοψόμενοι καὶ εἴ πού τινας τῶν βαρβάρων ξυλλαβεῖν ἐς ἔλεγχον τῶν κατὰ τὴν χώραν, τῶν τε ἄλλων καὶ μάλιστα δὴ τὰ ἀμφὶ τοὺς ἐλέφαντας ἔμελεν αὐτῷ μαθεῖν.
αὐτὸς δὲ ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ἤδη ἦγε, καὶ ἡ στρατιὰ αὐτῷ ὡδοποίει τὸ πρόσω ἰοῦσα ἄπορα ἄλλως ὄντα τὰ ταύτῃ χωρία. ἐνταῦθα ξυλλαμβάνει ὀλίγους τῶν βαρβάρων, καὶ παρὰ τούτων ἔμαθεν, ὅτι οἱ μὲν ἐν τῇ χώρᾳ Ἰνδοὶ παρὰ Ἀβισάρῃ ἀποπεφευγότες εἶεν, τοὺς δὲ ἐλέφαντας ὅτι αὐτοῦ κατέλιπον νέμεσθαι πρὸς τῷ ποταμῷ τῷ Ἰνδῷ· καὶ τούτους ἡγήσασθαί οἱ τὴν ὁδὸν ἐκέλευσεν ὡς ἐπὶ τοὺς ἐλέφαντας.
εἰσὶ δὲ Ἰνδῶν πολλοὶ κυνηγέται τῶν ἐλεφάντων, καὶ τούτους σπουδῇ ἀμφʼ αὑτὸν εἶχεν Ἀλέξανδρος, καὶ τότε ἐθήρα
ἐπεὶ δὲ καὶ ὕλῃ ἐργασίμῳ ἐνέτυχε παρὰ τὸν ποταμὸν, καὶ αὕτη ἐκόπη αὐτῷ ὑπὸ τῆς στρατιᾶς καὶ ναῦς ἐποιήθησαν. καὶ αὗται κατὰ τὸν Ἰνδὸν ποταμὸν ἤγοντο ὡς ἐπὶ τὴν γέφυραν, ἥντινα Ἡφαιστίων καὶ Περδίκκας αὐτῷ ἐξῳκοδομηκότες πάλαι ἦσαν.
ἐν δὲ τῇ χώρᾳ ταύτῃ, ἥντινα μεταξὺ τοῦ τε Κωφῆνος καὶ τοῦ Ἰνδοῦ ποταμοῦ ἐπῆλθεν Ἀλέξανδρος, καὶ Νῦσαν πόλιν ᾠκίσθαι λέγουσι· τὸ δὲ κτίσμα εἶναι Διονύσου· Διόνυσον δὲ κτίσαι τὴν Νῦσαν ἐπεί ὁπότε ἢ ὅθεν ἐπʼ Ἰνδοὺς ἐστράτευσεν·