Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

ἔνθα δὴ Ἀλέξανδρος ἐπὶ μὲν τοὺς ἀμφὶ Σπιταμένην Ἀνδρόμαχόν τε ἀποστέλλει καὶ Μενέδημον καὶ Κάρανον, ἱππέας μὲν ἔχοντας τῶν ἑταίρων ἐς ἑξήκοντα καὶ τῶν μισθοφόρων ὀκτακοσίους, ὧν Κάρανος ἡγεῖτο, πεζοὺς δὲ μισθοφόρους ἐς χιλίους πεντακοσίους· ἐπιτάσσει δὲ αὐτοῖς Φαρνούχην τὸν ἑρμηνέα, τὸ μὲν γένος Λύκιον τὸν Φαρνούχην, ἐμπείρως δὲ τῆς τε φωνῆς τῶν ταύτῃ βαρβάρων ἔχοντα καὶ τὰ ἄλλα ὁμιλῆσαι αὐτοῖς δεξιὸν φαινόμενον.

αὐτὸς δὲ τὴν πόλιν, ἣν ἐπενόει, τειχίσας ἐν ἡμέραις εἴκοσι καὶ ξυνοικίσας ἐς αὐτὴν τῶν τε Ἑλλήνων μισθοφόρων καὶ ὅστις τῶν προσοικούντων βαρβάρων ἐθελοντὴς μετέσχε τῆς ξυνοικήσεως καί τινας καὶ τῶν

p.153
ἐκ τοῦ στρατοπέδου Μακεδόνων, ὅσοι ἀπόμαχοι ἤδη ἦσαν, θύσας τοῖς θεοῖς ὡς νόμος αὐτῷ καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ποιήσας, ὡς οὐκ ἀπαλλασσομένους ἑώρα τοὺς Σκύθας ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ,

ἀλλʼ ἐκτοξεύοντες ἐς τὸν ποταμὸν ἑωρῶντο οὐ πλατὺν ταύτῃ ὄντα, καί τινα καὶ πρὸς ὕβριν τοῦ Ἀλεξάνδρου βαρβαρικῶς ἐθρασύναντο, ὡς οὐκ ἄν τολμήσαντα Αλέξανδρον ἅψασθαι Σκυθῶν ἤ μαθόντα ἄν ὅτι περ τὸ διάφορον Σκύθαις τε καὶ τοῖς Ἀσιανοῖς βαρβάροις, — ὑπὸ τούτων παροξυνόμενος ἐπενόει διαβαίνειν ἐπʼ αὐτοὺς καὶ τὰς διφθέρας παρεσκεύαζεν ἐπὶ τῷ πόρῳ.

θυομένῳ δὲ ἐπὶ τῇ διαβάσει τὰ ἱερὰ οὐκ ἐγίγνετο· ὁ δὲ βαρέως μὲν ἔφερεν οὐ γιγνομένων, ὅμως δὲ ἐκαρτέρει καὶ ἔμενεν. ὡς δὲ οὐκ ἀνίεσαν οἱ Σκύθαι, αὖθις ἐπὶ τῇ διαβάσει ἐθύετο, καὶ αὖ ἐς κίνδυνον αὐτῷ σημαίνεσθαι Ἀρίστανδρος ὁ μάντις ἔφραζεν· ὁ δὲ κρεῖσσον ἔφη ἐς ἔσχατον κινδύνου ἐλθεῖν ἤ κατεστραμμένον ξύμπασαν ὀλίγου δεῖν τὴν Ἀσίαν γέλωτα εἶναι Σκύθαις, καθάπερ Δαρεῖος ὁ Ξέρξου πατὴρ πάλαι ἐγένετο. Ἀρίστανδρος δὲ οὐκ ἔφη παρὰ τὰ ἐκ τοῦ θείου σημαινόμενα ἄλλα ἀποδείξεσθαι, ὅτι ἄλλα ἐθέλει ἀκοῦσαι Ἀλέξανδρος.

ὁ δέ, ὡς αἵ τε διφθέραι αὐτῷ παρεσκευασμέναι ἦσαν ἐπὶ τῷ πόρῳ καὶ ὁ στρατὸς ἐξωπλισμένος ἐφειστήκει τῷ ποταμῷ, αἵ τε μηχαναὶ ἀπὸ ξυνθήματος ἐξηκόντιζον ἐς τοὺς Σκύθας παριππεύοντας ἐπὶ τῇ ὄχθῃ καὶ ἔστιν οἳ αὐτῶν ἐτιτρώσκοντο ἐκ τῶν βελῶν, εἷς δὲ δὴ διὰ τοῦ γέρρου τε καὶ τοῦ θώρακος διαμπὰξ πληγεὶς πίπτει ἀπὸ τοῦ ἵππου, οἱ μὲν ἐξεπλάγησαν πρός τε τῶν βελῶν τὴν διὰ μακροῦ ἄφεσιν καὶ ὅτι ἀνὴρ ἀγαθὸς αὐτοῖς τετελευτήκει, καὶ ὀλίγον ἀνεχώρησαν ἀπὸ

p.154
τῆς ὄχθης·

Ἀλέξανδρος δὲ τεταραγμένους πρὸς τὰ βέλη ἰδὼν ὑπὸ σαλπίγγων ἐπέρα τὸν ποταμὸν αὐτὸς ἡγούμενος· εἵπετο δὲ αὐτῷ καὶ ἡ ἄλλη στρατιά. πρῶτον μὲν δὴ τοὺς τοξότας καὶ σφενδονήτας ἀποβιβάσας σφενδονᾶν τε καὶ ἐκτοξεύειν ἐκέλευσεν ἐς τοὺς Σκύθας, ὡς μὴ πελάζειν αὐτοὺς τῇ φάλαγγι τῶν πεζῶν ἐκβαινούσῃ, πρὶν τὴν ἵππον αὐτῷ διαβῆναι πᾶσαν.