Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
ταύτην μὲν δὴ τὴν πόλιν, ὅτι ἐν ἐπικαίρῳ χωρίῳ ἐδόκει ᾠκίσθαι, ἐκτειχίσαι τε προστάσσει Κρατερῷ καὶ ξυνοικίσαι ἐς αὐτὴν τούς τε προσχώρους ὅσοι ἐθελονταί καὶ εἰ δή τινες ἀπόμαχοι τῆς στρατιᾶς. αὐτὸς δὲ προὐχώρει ἵνα ξυμπεφευγέναι ἐπυνθάνετο τοὺς πολλοὺς τῶν ταύτῃ βαρβάρων. ἐλθὼν δὲ πρός τι ὄρος κατεστρατοπέδευσεν ὑπὸ ταῖς ὑπωρείαις τοῦ ὄρους.
καὶ ἐν τούτῳ Πτολεμαῖος ὁ Λάγου ἐκπεμφθεὶς μὲν ὑπὸ Ἀλεξάνδρου ἐς προνομήν, προελθὼν δὲ προσωτέρω αὐτὸς ξὺν ὀλίγοις ὡς ἐς κατασκοπήν, ἀπαγγέλλει Ἀλεξάνδρῳ πυρὰ κατιδεῖν τῶν βαρβάρων πλείονα ἤ ἐν τῷ Ἀλεξάνδρου στρατοπέδῳ.
καὶ Ἀλέξανδρος τῷ μὲν πλήθει τῶν πυρῶν ἠπίστησεν, εἶναι δέ τι ξυνεστηκὸς τῶν ταύτῃ βαρβάρων αἰσθόμενος μέρος μὲν τῆς στρατιᾶς αὐτοῦ καταλείπει πρὸς τῷ ὄρει ὡς εἶχον
καὶ τῷ μὲν ἑνὶ ἐπέταξε Λεοννάτον τὸν σωματοφύλακα, ξυντάξας αὐτῷ τήν τε Ἀττάλου καὶ τὴν Βαλάκρου τάξιν· τὴν δευτέραν δὲ μοῖραν Πτολεμαίῳ τῷ Λάγου ἄγειν ἔδωκε, τῶν τε ὑπασπιστῶν τῶν βασιλικῶν τὸ τρίτον μέρος καὶ τὴν Φιλίππου καὶ Φιλώτα τάξιν καὶ δύο χιλιαρχίας τῶν τοξοτῶν καὶ τοὺς Ἀγριᾶνας καὶ τῶν ἱππέων τοὺς ἡμίσεας· τὴν δὲ τρίτην μοῖραν αὐτὸς ἦγεν ἵνα οἱ πλεῖστοι τῶν βαρβάρων ἐφαίνοντο.
οἱ δὲ ὡς ᾔσθοντο προσάγοντας τοὺς Μακεδόνας, κατεῖχον γὰρ χωρία ὑπερδέξια, τῷ τε πλήθει σφῶν θαρσήσαντες καὶ τῶν Μακεδόνων, ὅτι ὀλίγοι ἐφαίνοντο, καταφρονήσαντες ἐς τὸ πεδίον ὑποκατέβησαν· καὶ μάχη γίγνεται καρτερά. ἀλλὰ τούτους μὲν οὐ ξὺν πόνῳ ἐνίκα Ἀλέξανδρος·
οἱ δὲ ἀμφὶ Πτολεμαῖον οὐκ ἐν τῷ ὁμαλῷ παρετάξαντο, ἀλλὰ γήλοφον γὰρ κατεῖχον οἱ βάρβαροι, ὀρθίους ποιήσαντες τοὺς λόχους, Πτολεμαῖος προσῆγεν ᾗπερ ἐπιμαχ[ιμ]ώτατον τοῦ λόφου ἐφαίνετο, οὐ πάντῃ τὸν λόφον κυκλωσάμενος, ἀλλʼ ἀπολιπών, εἰ φεύγειν ἐθέλοιεν οἱ βάρβαροι, χώραν αὐτοῖς ἐς τὴν φυγήν.
καὶ γίγνεται καὶ τούτοις μάχη καρτερὰ τοῦ χωρίου τῇ χαλεπότητι καὶ ὅτι οὐ κατὰ τοὺς ἄλλους τοὺς ταύτῃ βαρβάρους οἱ Ἰνδοί, ἀλλὰ πολὺ δή τι ἀλκιμώτατοι τῶν προσχώρων εἰσίν. ἐξώσθησαν δὲ καὶ οὗτοι ἀπὸ τοῦ ὄρους ὑπὸ τῶν Μακεδόνων· καὶ οἱ ἀμφὶ Λεοννάτον τῇ τρίτῃ μοίρᾳ τῆς στρατιᾶς ὡσαύτως ἔπραξαν· ἐνίκων γὰρ καὶ οὗτοι τοὺς κατὰ σφᾶς.
καὶ [*](Ptolem. fr. 15) λέγει Πτολεμαῖος ἀνθρώπους μὲν ληφθῆναι τοὺς πάντας ὑπὲρ τετρακισμυρίους, βοῶν δὲ ὑπὲρ τὰς τρεῖς
ἐντεῦθεν ἐπὶ τὴν τῶν Ἀσσακηνῶν χώραν ἦγεν· τούτους γὰρ ἐξηγγέλλετο παρεσκευάσαι ὡς μαχουμένους, ἱππέας μὲν ἐς δισχιλίους ἔχοντας, πεζοὺς δὲ ὑπὲρ τοὺς τρισμυρίους, τριάκοντα δὲ ἐλέφαντας. κρατερὸς μὲν δὴ ἐκτετειχικὼς ἤδη τὴν πόλιν, ἐφʼ ἧς τῷ οἰκισμῷ κατελέλειπτο, τούς τε βαρύτερον ὡπλισμένους τῆς στρατιᾶς Ἀλεξάνδρῳ ἦγεν καὶ τὰς μηχανάς, εἴ που πολιορκίας δεήσειεν.