Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

καὶ τὰς μὲν ἡμέρας αὐτὸς Ἀλέξανδρος ἐφειστήκει τῷ ἔργῳ τὸ ἥμισυ τοῦ στρατοῦ ἔχων ἐργαζόμενον, τὰς δὲ νύκτας ἐν μέρει οἱ σωματοφύλακες αὐτῷ εἰργάζοντο, Περδίκκας τε καὶ Λεοννάτος καὶ Πτολεμαῖος ὁ Λάγου, τῷ λοιπῷ μέρει τῆς στρατιᾶς τριχῇ διανενεμημένῳ, ὅπερ αὐτῷ ἐς τὴν νύκτα ἀπετέτακτο. ἤνυτον δὲ τῆς ἡμέρας οὐ πλέον ἤπερ εἴκοσι πήχεις καὶ τῆς νυκτὸς ὀλίγον ἀποδέον, καίτοι ξυμπάσης τῆς στρατιᾶς ἐργαζομένης· οὕτω τό τε χωρίον ἄπορον ἦν καὶ τὸ ἔργον ἐν αὐτῷ χαλεπόν.

κατιόντες δʼ ἐς τὴν φάραγγα πασσάλους κατεπήγνυον ἐς τὸ ὀξύτατον τῆς φάραγγος, διέχοντας ἀλλήλων ὅσον ξύμμετρον πρὸς ἰσχύν τε καὶ ξυνοχὴν τῶν ἐπιβαλλομένων. ἐπέβαλλον δὲ πλέγματα ἐκ λύγων εἰς γεφύρας μάλιστα ἰδέαν, καὶ ταῦτα ξυνδοῦντες χοῦν ἄνωθεν ἐπεφόρουν, ὡς ἐξ ὁμαλοῦ γίγνεσθαι τῇ στρατιᾷ τὴν πρόσοδον τὴν πρὸς τὴν πέτραν.

οἱ δὲ βάρβαροι τὰ μὲν πρῶτα κατεφρόνουν ὡς ἀπόρου πάντῃ τοῦ ἐγχειρήματος· ὡς δὲ τοξεύματα ἤδη ἐς τὴν πέτραν ἐξικνεῖτο καὶ αὐτοὶ ἀδύνατοι ἦσαν ἄνωθεν ἐξείργειν τοὺς Μακεδόνας ʽἐπεποίητο γὰρ αὐτοῖς προκαλύμματα πρὸς τὰ βέλη, ὡς ὑπʼ αὐτοῖς ἀβλαβῶς ἐργάζεσθαἰ ἐκπλαγεὶς ὁ Χοριήνης πρὸς τὰ

p.182
γιγνόμενα κήρυκα πέμπει πρὸς Ἀλέξανδρον, δεόμενος Ὀξυάρτην οἱ ἀναπἐμψαι. καὶ πέμπει Ὀξυάρτην Ἀλέξανδρος.

ὁ δὲ ἀφικόμενος πείθει Χοριήνην ἐπιτρέψαι Ἀλεξάνδρῳ αὑτόν τε καὶ τὸ χωρίον. βίᾳ μὲν γὰρ οὐδὲν ὅ τι οὐχ ἁλωτὸν εἶναι Ἀλεξάνδρῳ καὶ τῇ στρατιᾷ τῇ ἐκείνου, ἐς πίστιν δὲ ἐλθόντος καὶ φιλίαν, τὴν πίστιν τε καὶ δικαιότητα μεγαλωστὶ ἐπῄνει τοῦ βασιλέως, τά τε ἄλλα καὶ τὸ αὑτοῦ ἐν πρώτοις ἐς βεβαίωσιν τοῦ λόγου προφέρων.

τούτοις πεισθεὶς ὁ Χοριήνης αὐτός τε ἧκε παρʼ Ἀλέξανδρον καὶ τῶν οἰκείων τινὲς καὶ ἑταίρων αὐτοῦ. ἐλθόντι δὲ τῷ Χοριήνῃ φιλάνθρωπά τε ἀποκρινάμενος καὶ πίστιν ἐς φιλίαν δοὺς αὐτὸν μὲν κατέχει, πέμψαι δὲ κελεύει τῶν συγκατελθόντων τινὰς αὐτῷ ἐς τὴν πέτραν τοὺς κελεύσοντας ἐνδοῦναι τὸ χωρίον.