Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
Νικάνορα δὲ τὸν τῶν ὑπασπιστῶν ἡγεμόνα καὶ Ἄτταλον τὸν τῶν Ἀγριάνων κατὰ τὴν ὁδόν, ἥντινα οἱ ἀμφὶ Βῆσσον προὐκεχωρήκεσαν, τοὺς ὑπολειφθέντας ἄγειν ἐκέλευσε, καὶ τούτους ὡς κουφότατα ἐσταλμένους, τοὺς δὲ ἄλλους πεζοὺς ἐν τάξει ἕπεσθαι.
αὐτὸς δὲ ἀμφὶ δείλην ἄγειν ἀρξάμενος δρόμῳ ἡγεῖτο· διελθὼν δὲ τῆς νυκτὸς σταδίους ἐς τετρακοσίους
Βῆσσος δὲ καὶ οἱ ξὺν αὐτῷ τέως μὲν ἐφʼ ἁρμαμάξης Δαρεῖον μετὰ σφῶν ἐκόμιζον· ὡς δὲ ὁμοῦ ἤδη ἦν Ἀλέξανδρος, Δαρεῖον μὲν Σατιβαρζάνης καὶ Βαρσαέντης κατατρώσαντες αὐτοῦ ἀπέλιπον, αὐτοὶ δὲ ἔφυγον φὺν ἱππεῦσιν ἑξακοσίοις. Δαρεῖος δὲ ἀποθνήσκει ὀλίγον ὕστερον ἐκ τῶν τραυμάτων πρὶν ὀφθῆναι Ἀλεξάνδρῳ.
Ἀλέξανδρος δὲ τὸ μὲν σῶμα τοῦ Δαρείου ἐς Πέρσας ἀπέπεμψε, θάψαι κελεύσας ἐν ταῖς βασιλικαῖς θήκαις, καθάπερ καὶ οἱ ἄλλοι οἱ πρὸ Δαρείου βασιλεῖς· σατράπην δὲ ἀπέδειξε Παρθυαίων καὶ Ὑρκανίων Ἀμμινάπην Παρθυαῖον· ἦν δὲ οὗτος τῶν Αἴγυπτον ἐνδόντων Ἀλεξάνδρῳ μετὰ Μαζάκου. Τληπόλεμος δὲ Πυθοφάνους τῶν ἑταίρων ξυνετάχθη αὐτῷ σκοπεῖν τὰ ἐν Παρθυαίοις τε καὶ Ὑρκανίοις.
τοῦτο τὸ τέλος Δαρείῳ ἐγένετο ἐπὶ ἄρχοντος Ἀθηναίοις Ἀριστοφῶντος μηνὸς Ἑκατομβαιῶνος, ἀνδρὶ τὰ μὲν πολέμια, εἴπερ τινὶ ἄλλῳ, μαλθακῷ τε καὶ οὐ φρενήρει, εἰς δὲ τἆλλα οὐδὲν ἀνεπιεικὲς ἔργον ἀποδειξαμένῳ ἢ οὐδὲ ἐγγενόμενον αὐτῷ ἀποδείξασθαι, ὅτι ὁμοῦ μὲν ἐς τὴν βασιλείαν παρελθεῖν, ὁμοῦ δὲ προσπολεμεῖσθαι πρός τε Μακεδόνων καὶ τῶν Ἑλλήνων ξυνέβη. οὔκουν οὐδὲ ἐθέλοντι ἐξῆν ἔτι ὑβρίζειν ἐς τοὺς ὑπηκόους ἐν μείζονι κινδύνῳ ἤπερ ἐκεῖνοι καθεστηκότι.
ζῶντι μὲν δὴ ξυμφοραὶ αὐτῷ ἄλλαι ἐπʼ ἄλλαις ξυνηνέχθησαν, οὐδέ τις ἀνακωχὴ ἐγένετο ἐπειδὴ πρῶτον
ὀλίγον δὲ ὕστερον καὶ Ἁλικαρνασσὸς ἐξῄρητο, ἐπὶ δὲ ἡ παραλία πᾶσα ἔστε ἐπὶ Κιλικίαν· ἔνθεν δὲ ἡ αὐτοῦ ἐπʼ Ἰσσῷ ἧσσα, ἵνα τήν τε μητέρα αἰχμαλωτισθεῖσαν καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἐπεῖδεν· ἐπὶ τῷδε Φοινίκη τε ἀπώλετο καὶ Αἴγυπτος πάσα· ἐπὶ δὲ αὐτὸς ἐν Ἀρβήλοις ἔφυγέ τε ἐν πρώτοις αἰσχρῶς καὶ στρατιὰν πλείστην παντὸς τοῦ βαρβαρικοῦ γένους ἀπώλεσε·
φυγάς τε ἐκ τούτου τῆς αὑτοῦ ἀρχῆς πλανώμενος καὶ τελευτῶν πρὸς τῶν ἀμφʼ αὑτὸν ἐς τὰ ἔσχατα προδοθείς, βασιλεύς τε ἐν τῷ αὐτῷ καὶ δεσμώτης ξὺν ἀτιμίᾳ ἀγόμενος, τέλος δὲ πρὸς τῶν οἰκειοτάτων ἐπιβουλευθεὶς ἀπώλετο.
ζῶντι μὲν Δαρείῳ τοιαῦτα ξυνηνέχθη, τελευτήσαντι δὲ ταφή τε ἡ βασιλικὴ καὶ τῶν παίδων ὁποία καὶ βασιλεύοντος αὐτοῦ τροφή τε παρʼ Ἀλεξάνδρου καὶ παίδευσις, καὶ γαμβρὸς Ἀλέξανδρος. ὁπότε δὲ ἐτελεύτα, ἐγεγόνει ἀμφὶ τὰ πεντήκοντα ἔτη.
Ἀλέξανδρος δὲ τοὺς ὑπολειφθέντας ἐν τῇ διώξει τῆς στρατιᾶς ἀναλαβὼν ἐς Ὑρκανίαν προὐχώρει. κεῖται δὲ ἡ Ὑρκανία χώρα ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῆς ἐπὶ Βάκτρα φερούσης· καὶ τῇ μὲν ὄρεσιν ἀπείργεται δασέσι καὶ ὑψηλοῖς, τὸ πεδίον δὲ αὐτῆς καθήκει ἔστε ἐπὶ τὴν μεγάλην τὴν ταύτῃ θάλασσαν. ταύτην δὲ ἦγεν, ὅτι ταύτῃ τοὺς ξένους τοὺς ἀμφὶ Δαρεῖον διαπεφευγέναι ἐς τὰ τῶν Ταπούρων ὄρη ἐπύθετο καὶ αὐτοὺς ἅμα τοὺς Ταπούρους χειρωσόμενος.