Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἔχουσα λιμένας δύο· μετʼ αὐτὴν δʼ ἐστὶν ἡ
  • Δῆλος ἱερὰ νῆσος λεγομένη, καὶ λιμήν
  • νεώς τε τἀπόλλωνος, εἶτεν ἐχομένη
  • Μύκονος· μετὰ ταύτην Τῆνός ἐστι καὶ λιμήν,
  • Ἄνδρος τε νῆσος καὶ κατὰ Γέραιστον λιμήν.
  • Αὗται μέν εἰσι Κυκλάδες, ἕτεραι λεγόμεναι
  • Σποράδες, ἐκ αἷσι Μῆλοε, εἶτεν οὐ πολύ
  • ἀπέχουσα Θήρα νῆσος, εἶτεν οὐ πολύ
  • Ἴος, εἶτα Νάξος· μετὰ δὲ ταύτην πελαγία
  • Σκῦρος· κατʼ Εὔβοιαν δʼ ὁρῶμεν κειμένην
  • αὐτήν· ἀπὸ ταύτης ἐστὶν ἀπέχουσʼ οὐ πολύ
  • νῆσος Πεπάρηθος ἡ τρίπολις καλουμένη ---