Alexander
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
τοιόσδε μὲν τὴν μορφήν· ἡ ψυχὴ δὲ καὶ ἡ γνώμη — ἀλεξίκακε Ἡράκλεις καὶ Ζεῦ ἀποτρόπαιε καὶ Διόσκουροι σωτῆρες, πολεμίοις καὶ ἐχθροῖς ἐντυχεῖν γένοιτο καὶ[*](καὶ Sakkoraphos: καὶ μὴ MSS.) συγγενέσθαι τοιούτῳ τινί. συνέσει μὲν γὰρ καὶ ἀγχινοίᾳ καὶ δριμύτητι πάμπολυ τῶν ἄλλων διέφερεν, καὶ τό τε περίεργον καὶ εὐμαθὲς καὶ μνημονικὸν καὶ πρὸς τὰ μαθήματα εὐφυές, πάντα ταῦτα εἰς ὑπερβολὴν ἑκασταχοῦ ὑπῆρχεν αὐτῷ. ἐχρῆτο δὲ αὐτοῖς εἰς τὸ χείριστον, καὶ ὄργανα ταῦτα γενναῖα ὑποβεβλημένα ἔχων αὐτίκα μάλα τῶν ἐπὶ κακίᾳ διαβοήτων ἀκρότατος ἀπετελέσθη, ὑπὲρ τοὺς Κέρκωπας, ὑπὲρ τὸν Εὐρύβατον ἢ Φρυνώνδαν ἢ Ἀριστόδημον ἢ Σώστρατον. αὐτὸς μὲν γὰρ τῷ γαμβρῷ Ῥουτιλιανῷ ποτε γράφων καὶ τὰ μετριώτατα ὑπὲρ αὑτοῦ λέγων Πυθαγόρᾳ ὅμοιος εἶναι ἠξίου. ἀλλʼ ἵλεως μὲν ὁ Πυθαγόρας εἴη, σοφὸς ἀνὴρ καὶ τὴν γνώμην θεσπέσιος, εἰ δὲ κατὰ τοῦτον ἐγεγένητο, παῖς ἂν εὖ οἶδʼ ὅτι πρὸς αὐτὸν εἶναι ἔδοξε. καὶ πρὸς Χαρίτων μή με νομίσῃς ἐφʼ ὕβρει ταῦτα τοῦ Πυθαγόρου λέγειν ἢ