Alexander

Lucian of Samosata

Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.

εἶτά μοι ἐπινόησον οἰκίσκον οὐ πάνυ φαιδρὸν οὐδὲ εἰς κόρον τοῦ φωτὸς δεχόμενον καὶ πλῆθος ἀνθρώπων συγκλύδων, τεταραγμένων καὶ προεκπεπληγμένων καὶ ταῖς ἐλπίσιν ἐπαιωρουμένων, οἷς εἰσελθοῦσι τεράστιον ὡς εἰκὸς τὸ πρᾶγμα ἐφαίνετο, ἐκ τοῦ τέως μικροῦ ἑρπετοῦ ἐντὸς ἡμερῶν ὀλίγων τοσοῦτον δράκοντα πεφηνέναι, ἀνθρωπόμορφον καὶ ταῦτα καὶ τιθασόν. ἠπείγοντο δὲ αὐτίκα πρὸς τὴν ἔξοδον, καὶ πρὶν ἀκριβῶς ἰδεῖν, ἐξηλαύνοντο ὑπὸ τῶν ἀεὶ ἐπεισιόντων· ἐτετρύπητο

v.4.p.198
δὲ κατὰ τὸ ἀντίθυρον ἄλλη ἔξοδος. οἷόν τι καὶ τοὺς Μακεδόνας ἐν Βαβυλῶνι ποιῆσαι ἐπʼ Ἀλεξάνδρῳ νοσοῦντι λόγος, ὅτε ὁ μὲν ἤδη πονήρως εἶχεν, οἱ δὲ περιστάντες τὰ βασίλεια ἐπόθουν ἰδεῖν αὐτὸν καὶ προσειπεῖν τὸ ὕστατον. τὴν δὲ ἐπίδειξιν ταύτην οὐχ ἅπαξ ὁ μιαρός, ἀλλὰ πολλάκις ποιῆσαι λέγεται, καὶ μάλιστα εἴ τινες τῶν πλουσίων ἀφίκοιντο νεαλέστεροι.