Alexander
Lucian of Samosata
Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.
προεισπέμπεται δὲ ὁ Ἀλέξανδρος, κομῶν ἤδη καὶ πλοκάμους καθειμένος καὶ μεσόλευκον χιτῶνα πορφυροῦν ἐνδεδυκὼς καὶ ἱμάτιον ὑπὲρ αὐτοῦ λευκὸν ἀναβεβλημένος, ἅρπην ἔχων κατὰ τὸν Περσέα, ἀφʼ οὗ ἑαυτὸν ἐγενεαλόγει μητρόθεν· καὶ οἱ ὄλεθροι ἐκεῖνοι Παφλαγόνες, εἰδότες αὐτοῦ ἄμφω τοὺς γονέας ἀφανεῖς καὶ ταπεινούς, ἐπίστευον τῷ χρησμῷ λέγοντι
- Περσείδης γενεὴν Φοίβῳ φίλος οὗτος ὁρᾶται,
- δῖος Ἀλέξανδρος, Ποδαλειρίου αἷμα λελογχώς.
v.4.p.190
οὕτως ἄρα ὁ Ποδαλείριος μάχλος καὶ γυναικομανὴς τὴν φύσιν, ὡς ἀπὸ Τρίκκης μέχρι Παφλαγονίας στύεσθαι ἐπὶ τὴν Ἀλεξάνδρου μητέρα.εὕρητο δὲ χρησμὸς ἤδη, ὡς Σιβύλλης προμαντευσαμένης·
- Εὐξείνου Πόντοιο παρʼ ᾐόσιν ἄγχι Σινώπης
- ἔσται τις κατὰ Τύρσιν ὑπʼ Αὐσονίοισι προφήτης,
- ἐκ πρώτης δεικνὺς μονάδος τρισσῶν δεκάδων τε
- πένθʼ ἑτέρας μονάδας καὶ εἰκοσάδα τρισάριθμον,
- ἀνδρὸς ἀλεξητῆρος ὁμωνυμίην τετράκυκλον.