Calumniae non temere credundum
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
διαβάλλεται μὲν οὖν ὡς τὸ πολὺ μάλιστα ὁ τιμώμενος καὶ διὰ τοῦτο τοῖς ὑπολειπομένοις αὐτοῦ ἐπίφθονος· ἅπαντες γὰρ τῷδʼ ἐπιτοξάζονται καθάπερ τι κώλυμα καὶ ἐμπόδιον προορώμενοι, καὶ ἕκαστος οἴεται πρῶτος αὐτὸς ἔσεσθαι τὸν κορυφαῖον ἐκεῖνον ἐκπολιορκήσας καὶ τῆς φιλίας ἀποσκευασάμενος. οἷόν τι καὶ ἐπὶ τοῖς γυμνικοῖς ἀγῶσιν ἐπὶ τῶν δρομέων γίγνεται· κἀκεῖ γὰρ ὁ μὲν ἀγαθὸς δρομεὺς τῆς ὕσπληγγος εὐθὺς καταπεσούσης μόνον τοῦ πρόσω ἐφιέμενος καὶ τὴν διάνοιαν ἀποτείνας πρὸς τὸ τέρμα κἀν τοῖς ποσὶ τὴν ἐλπίδα τῆς νίκης ἔχων τὸν[*](τὸν Halm: τῷ MSS. .) πλησίον οὐδὲν κακουργεῖ οὐδέ τι τῶν[*](τῶν Capps: τοῦ MSS) κατὰ τοὺς ἀγωνιστὰς πολυπραγμονεῖ, ὁ δὲ κακὸς ἐκεῖνος καὶ ἄναθλος ἀνταγωνιστὴς ἀπογνοὺς τὴν ἐκ τοῦ τάχους ἐλπίδα ἐπὶ τὴν κακοτεχνίαν ἐτράπετο, καὶ τοῦτο μόνον ἐξ ἅπαντος σκοπεῖ, ὅπως τὸν τρέχοντα ἐπισχὼν ἢ ἐμποδίσας ἐπιστομιεῖ, ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος. ὁμοίως δὲ τούτοις κἀν ταῖς φιλίαις τῶν εὐδαιμόνων τούτων γίνεται· ὁ γὰρ προέχων αὐτίκα ἐπιβουλεύεται καὶ ἀφύλακτος ἐν μέσῳ ληφθεὶς τῶν δυσμενῶν ἀνηρπάσθη, οἱ δὲ ἀγαπῶνται καὶ φίλοι δοκοῦσιν ἐξ ὧν ἄλλους βλάπτειν ἔδοξαν.