Phalaris
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
ἐγὼ γὰρ οὐ τῶν ἀφανῶν ἐν Ἀκράγαντι ὤν, ἀλλʼ εἰ καί τις ἄλλος εὖ γεγονὼς καὶ τραφεὶς ἐλευθερίως καὶ παιδείᾳ προσεσχηκώς, ἀεὶ διετέλουν τῇ μὲν πόλει δημοτικὸν ἐμαυτὸν παρέχων, τοῖς δὲ συμπολιτευομένοις ἐπιεικῆ καὶ μέτριον, βίαιον δὲ ἢ σκαιὸν ἢ ὑβριστικὸν ἢ αὐθέκαστον οὐδεὶς οὐδὲν ἐπεκάλει μου τῷ προτέρῳ ἐκείνῳ βίῳ. ἐπειδὴ δὲ ἑώρων τοὺς τἀναντία μοι πολιτευομένους ἐπιβουλεύοντας καὶ ἐξ ἅπαντος τρόπου ἀνελεῖν με ζητοῦντας — διῄρητο δὲ ἡμῶν τότε ἡ πόλις — μίαν ταύτην ἀποφυγὴν καὶ ἀσφάλειαν εὕρισκον, τὴν αὐτὴν ἅμα καὶ τῇ πόλει σωτηρίαν, εἰ ἐπιθέμενος τῇ ἀρχῇ ἐκείνους μὲν ἀναστείλαιμι καὶ παύσαιμι ἐπιβουλεύοντας, τὴν πόλιν δὲ σωφρονεῖν καταναγκάσαιμι· καὶ ἦσαν γὰρ οὐκ ὀλίγοι ταῦτα ἐπαινοῦντες, ἄνδρες μέτριοι καὶ φιλοπόλιδες, οἳ καὶ τὴν γνώμην ᾔδεσαν τὴν ἐμὴν καὶ τῆς ἐπιχειρήσεως τὴν ἀνάγκην· τούτοις οὖν[*](οὖν Nilén.: not in MSS.) συναγωνισταῖς χρησάμενος ῥᾳδίως ἐκράτησα[*](ἐκρατησα Herwerden : ἐκράτησα τῆς ἐπιχειρήσεως MSS.).