Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

μετὰ δὲ ταῦτα ἐκκλησίας συναχθείσης συνεβούλευόν τινες τὰς εἰκόνας τὰς Ἀντιγόνου καὶ Δημητρίου κατασπάσαι, δεινὸν εἶναι λέγοντες ἐν ἴσῳ τιμᾶσθαι τοὺς πολιορκοῦντας τοῖς εὐεργέταις· ἐφʼ οἷς ὁ δῆμος ἀγανακτήσας τούτοις μὲν ὡς ἁμαρτάνουσιν ἐπετίμησεν,

v.5.p.308
τῶν δὲ περὶ Ἀντίγονον τιμῶν οὐδεμίαν μετεκίνησεν, καλῶς πρός τε δόξαν καὶ τὸ συμφέρον βουλευσάμενος.

ἥ τε γὰρ μεγαλοψυχία καὶ τὸ βέβαιον τῆς ἐν δημοκρατίᾳ κρίσεως παρὰ μὲν τοῖς ἄλλοις ἐπαίνων ἐτύγχανε, παρὰ δὲ τοῖς πολιορκοῦσι μεταμελείας· τὰς γὰρ κατὰ τὴν Ἑλλάδα πόλεις οὐδεμίαν ἐνδεδειγμένας εὔνοιαν εἰς τοὺς εὐεργέτας ἐλευθεροῦντες τὴν διὰ τῆς πείρας φανεῖσαν βεβαιοτάτην εἰς ἀμοιβὴν χάριτος ἐφαίνοντο καταδουλούμενοι, πρός τε τὸ παράδοξον τῆς τύχης, εἰ συμβαίη τὴν πόλιν ἁλῶναι, κατελείπετʼ αὐτοῖς πρὸς παραίτησιν τῆς τηρηθείσης ὑπʼ αὐτῶν φιλίας ἀνάμνησις. ταῦτα μὲν οὖν τοῖς Ῥοδίοις ἐπράχθη συνετῶς.

Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους.

διόπερ οἱ Ῥόδιοι τάφρον ὀρύξαντες βαθεῖαν, παράλληλον τῷ δοκοῦντι πεσεῖσθαι τείχει, ταχὺ καὶ αὐτοὶ ταῖς μεταλλείαις χρώμενοι συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις καὶ διεκώλυσαν τῆς εἰς τοὔμπροσθεν πορείας.

τῶν δὲ διορυγμάτων παρʼ ἀμφοτέροις τηρουμένων ἐπεχείρησάν τινες τῶν παρὰ τοῦ Δημητρίου διαφθείρειν χρήμασι τὸν τεταγμένον ἐπὶ τῆς φυλακῆς ὑπὸ τῶν Ῥοδίων Ἀθηναγόραν· οὗτος δʼ ἦν Μιλήσιος μὲν τὸ γένος, ὑπὸ Πτολεμαίου δʼ ἐξαπεσταλμένος ἡγεμὼν τῶν

v.5.p.309
μισθοφόρων.