Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Φερεκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Πόπλιος Σεμπρώνιος καὶ Πόπλιος Σολπίκιος, ὀλυμπιὰς δʼ ἤχθη παρὰ τοῖς Ἠλείοις ἐνάτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Ἀνδρομένης Κορίνθιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν Ῥόδον πολιορκῶν, ἐπὶ ταῖς κατὰ θάλατταν προσβολαῖς ἀποτυγχάνων, ἀπὸ τῆς γῆς διέγνω τὰς ἐπιθέσεις ποιεῖσθαι.
παρασκευασάμενος οὖν ὕλης παντοίας πλῆθος κατεσκεύασε μηχανὴν τὴν καλουμένην ἑλέπολιν, ὑπεραίρουσαν πολὺ τῷ μεγέθει τῶν πρὸ αὐτῆς γενομένων. ἐσχαρίου γὰρ ὄντος τετραγώνου τὴν μὲν πλευρὰν ἑκάστην ὑπεστήσατο πηχῶν σχεδὸν πεντήκοντα, συμπεπηγυῖαν ἐκ τετραγώνων ξύλων σιδήρῳ δεδεμένων· τὴν δὲ ἀνὰ μέσον χώραν διέλαβε δοκοῖς ἀλλήλων ἀπεχούσαις ὡσανεὶ πῆχυν, ὅπως παράστασις ᾖ τοῖς προωθεῖν τὴν μηχανὴν μέλλουσιν.
τὸ δὲ πᾶν βάρος ἦν ὑπότροχον, στερεοῖς καὶ μεγάλοις ὀκτὼ τροχοῖς ὑπειλημμένον· τὰ γὰρ πάχη τῶν ἀψίδων ὑπῆρχε πηχῶν δυεῖν, σεσιδηρωμένα λεπίσιν ἰσχυραῖς. πρὸς δὲ τὴν ἐκ πλαγίας μετάθεσιν ἦσαν ἀντίστρεπτα πεπραγματευμένα, δι’ ὧν ἡ πᾶσα μηχανὴ ῥᾳδίως παντοίαν ὑπελάμβανε
ἐκ δὲ τῶν γωνιῶν ὑπῆρχον κίονες ἴσοι τῷ μήκει, βραχὺ λείποντες τῶν ἑκατὸν πηχῶν, οὕτως συννενευκότες εἰς ἀλλήλους ὡς τοῦ παντὸς κατασκευάσματος ὄντος ἐννεαστέγου τὴν μὲν πρώτην στέγην ὑπάρχειν ἀκαινῶν τεσσαράκοντα τριῶν, τὴν δʼ ἀνωτάτω ἐννέα.